Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

τοῦδε μέντοι τοῦ διηγήματος οὐ μάτην ἐμνήσθην, ἀλλὰ δεῖξαι βουλόμενος οὐ μόνον τοῦ θαυμασίου ἀνδρὸς τὴν ἀξιάγαστον παρρησίαν, ἀλλ’ ὅτι καὶ πλεῖστοι τῆς ἐκείνου κατεφρόνησαν δυναστείας.

Καὶ γὰρ καὶ ἐν Ἀντιοχείᾳ πάλιν ἀνήρ τις ἄριστος, παιδαγωγεῖν μειράκια πεπιστευμένος, συνήθης μὲν ἦν, ὡς πλειόνων λόγων ἢ κατὰ παιδαγωγὸν μετασχών, τῷ τηνικαῦτα τῶν διδασκάλων ἡγουμένω· Λιβάνιος δὲ ἦν, ὁ ἐν σοφισταῖς πολυθρύλητος, δυσσεβὴς δὲ οὕτος ὢν καὶ τὴν νίκην προσμένων καὶ τὰς Ἰουλιανοῦ φανταζόμενος ἀπειλάς, ἤρετο τὸν παιδαγωγὸν κωμῳδῶν τὰ ἡμέτερα· »τί νῦν ποιεῖ«, λέγων , »τοῦ τέκτονος ὁ υἱός ;«

ὁ δὲ τῆς θείας ἀναπλησθεὶς χάριτος προείρηκε τὸ μετ’ ὀλίγον γενόμενον »γλωσσόκομον γάρ« , ἔφη,