Historia Ecclesiastica
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.
Μετὰ τούτων δὲ ἀπάρας τῶν ἀπειλῶν, ὑφ’ ἑνὸς ἀνδρὸς ἐν Βεροίᾳ κατηγωνίσθη. οὗτος γὰρ ὁ ἀνὴρ καὶ ἄλλως μὲν περιφανὴς ἐτύγχανεν ὤν (τῶν γὰρ αὐτόθι πολιτευομένων ἡγεῖτο), περιφανέστερον δὲ αὐτὸν ὁ ζῆλος ἀπέφηνε. τὸν γὰρ υἱὸν θεασάμενος εἰς τὴν τότε κρατοῦσαν ἀσέβειαν ἐξοκείλαντα ἐξήλασε τῆς οἰκίας καὶ προφανῶς ἀπεκήρυξεν. ὁ δὲ ἐν τῷ πελάζοντι τῇ πόλει σταθμῷ τῷ βασιλεῖ προσελθών, τήν [*](2) τε οἰκείαν γνώμην καὶ τὴν τοῦ πατρὸς ἐδήλωσεν ἀποκήρυξιν· ὁ δὲ ἡσυχίαν ἄγειν τῷ νέῳ προσέταξε, καταλλάξειν ὑποσχόμενος τὸν πατέρα. ἐπειδὴ δὲ ἀφίκετο εἰς τὴν Βέροιαν, τοὺς ἐν τέλει καὶ ἀξιωτάτους συνεκάλεσεν εἰς ἑστίασιν· ἐν δὲ τούτοις ἦν καὶ ὁ τούτου πατήρ. τοῦτον δὲ μετὰ τοῦ παιδὸς εἰς τὴν αὐτοῦ στιβάδα κατακλιθῆναι προσέταξε.
τοῦ δὲ ἀρίστου μεσοῦντος ἔφη πρὸς τὸν πατέρα· οὐ δίκαιον εἶναί μοι δοκεῖ βιάζεσθαι γνώμην ἑτέρωσε κλινομένην [*](1—3 vgl. Gregor. Nazianz. Orat. IV 76 — 19 f. vgl. Julian. Epist. 27 S. 399 D) [*](B V2 HN (n) + GS (s) = r AL (y) F) [*](2 λόγοις σκοπῆσαι ~ n ι ὥς ἥκιστα] ὥς οὐχίκηστα B ι 2/3 λοιμαίνεται V2G ι 3 εἰ Σωκράτης ὠνομάσθη] ἰσοκράτης ὀνομασθεὶσ, εἰ auf Rasur, B 1 4 φιλάρησ B ι προσαγορευθεὶς B, Cass. wie im Text ι ὁ γε] γὰρ F > s ι ὁ—6 ἐπικληθεὶς BV2rF Cass.] εἰ ὁ—ἐπεκλήθη (έπικληθείη L) y ι νειρεὺσ V2 νιρεὺσ HSL ι 6 κάλλος] κλέος A κάλλος Am ι 8 ἁρμοζούσης y ι 910 εἰδρύση B ἐνιδρύνειν V2 ι 10 τῆς ἀκολάστου δαίμονος B ι τὰ simulacra Cass. τὸ εἴδωλον ryF ι 11 κβ am Rand HSS ι δὲ > Cass. I ὑπ’ ἑνὸσ B ι 12 κατηγωνίστη B ι γὰρ BsyFCass. μὲν γὰρ V2 > n 1 14 ἀπέφανεν B ἀπέδειξε H ι 15 ἐξωκείλαντα BN ἐξωκίλαντα G ι 17 ὁ δὲ—19 πατέρα = Cass. > B ι 18 τώ νεωτέρω ἐκέλευσε n ι 19 ἐπειδὴ δὲ — 22 πατέρα = Cass. > s ι ἐπειδὴ] ἐπεὶ n ι 19/20 ἀξιωτάτοις] ἀξιώματι N ἀξιώμασι H, iiobiles et honoratos Cass. ι 20 ἐκάλεσεν B, conrocavit Cass. ι τούτου übergeschrieben Ac ι 23 ἑτέρωσε κλινομένην BcSL ἑτέρωσε κηνομένην, ε κη auf Rasur, V2 ἑτέρωσ’ ἐκκλινομένην BnGAF, ad aliud deelinandi Cass.)
ὁ δὲ τῇ περὶ τὰ θεῖα πίστει τὸν λογισμὸν παραθήξας· »περὶ τούτου, ἔφη, »ὦ βασιλεῦ, τοῦ ἀλάστορος λέγεις τοῦ θεομισοῦς καὶ τὸ ψεῦδος τῆς ἀληθείας προελομένου;‘ ὁ δὲ πάλιν τὸ τῆς πραότητος περιθεὶς προσωπεῖον »παῦσαι«, ἔφη, »ἄνθρωπε, λοιδορούμενος«. καὶ πρὸς τὸν νέον ἀποκλίνας τὸ πρόσωπον· ἐγώ σου., ἔφη, »φροντιῶ, ἐπειδή σου τὸν πατέρα δρᾶσαι τοῦτο οὐκ ἔπεισα«.