Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οὐ γὰρ δὴ ἔλαβον κόρον τοῦ φθόνου τὸ παλυθρύλητον ἐκεῖνο κατὰ Εὐσταθίου τοῦ μεγάλου δρᾶμα συντεθεικότες, ἀλλὰ καὶ ἄλλον πύργον μέγιστον τῆς εὐσεβείας ὑπορύττειν ἐπεχείρουν καὶ τὰς παντοδαπὰς προσέφερον μηχανάς. ἐν συντόμῳ δὲ καὶ τήνδε τὴν τραγῳδίαν ὡς ἔνι μάλιστα διηγήσομαι.

Ἀλεξάνδρου τοῦ θαυμασίου πρεσβύτου, ὃς τὴν Ἀρείου κατηγωνίσατο βλασφημίαν, τοῦ βίου τὸ τέρμα κατειληφότος μετὰ μῆνας πέντε τῆς ἐν Νικαίᾳ συνόδου, τὴν τῆς Ἀλεξανδρέων ἐκκλησίας Ἀθανάσιος διεδέξατο προεδρίαν, ἀνὴρ παιδόθεν μὲν τοῖς θείοις μαθήμασιν ἐντραφείς, τραφείς, ἐν ἑκάστῃ δὲ τάξει τῶν ἐκκλησιαστικῶν χορῶν γενόμενος [*](2—7 vgl. Euseb. Vit. Const. IV 14. I 8 — s 20— S. 81, 9 vgl. Rufin. H. X 15, 980, 11—18 — 21 vgl. Athan. Apol. c. Arian. 59 PG 25, 357 A) [*](* 10—13 Niceph. Η. Ε. VIII 43 — 10—14 Gelas. Cyzic. Gelas. Cyzic. III 16, 150a, 7—8 — 20—23 Cass. III 4) [*](B[von 14-τες καθαιροῦντες an] A HN(n) GS (n) DL + FV 9v) = z Τ [bis θεμέλια]) [*](2 ἀπέλαυεν Lv ἀπήλαβε D ἀπέλαβεν T ἀπήλαυσεν sGel. potitus est Cass. ι 3 τοῦ As ι 4 κατέχων = Gel. tenens Cass.] λαχὼν A ι εἶχον A ι καὶ τῶ — 5 πειθομένους ADLTGel. Nie. > nsvCass. ι 6 ἑκότεσ Τ ι 9 ἐχόμεθα AT ι 10 pfc am Rand sLv ι οὖν > Lv ι βασιλεὺς > A ι 11 δὲ] δέ γε A ι 13 δὴ > s ι 15 κόρον nszGel. καιρὸν BA ι 16 συντεθηκότεσ BA, η in εἰ corr. Ac ι 17 ///// τῆς V κατὰ τῆς F ι 20 κς am Rand AD ι πρεσβύτου BA sene Cass., vgl. Rufin Z. 14 sene Alexandra, ἐπισκόπου nsz γρ. ἐπισκό- που übergeschrieben Ae ι 23/24 ἐντραφείς] παιδευθεὶς n ι 24 ἐν > Lv //// A)

81
ἀξιάγαστος.

οὕτος ἐν τῇ μεγάλῃ συνόδῳ τοὺς ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἀγῶνας ἀναδεξάμενος, παρὰ μὲν τῶν τῆς ἀληθείας εὐφημεῖτο προμάχων, τῶν δέ ἴε ἀντιπάλων, ὡς ἀνταγωνιστής, ἐχθρὸς ἐγένετο καὶ πολέμιος.

συνῆν δὲ Ἀλεξάνδρῳ τῷ πάνυ νέος μὲν ὢν τὴν ἡλικίαν, τοῦ χοροῦ δὲ τῶν διακόνων ἡγούμενος. ταύτην αὐτοῦ τὴν ὑπὲρ τῆς ἀληθείας προθυμίαν τῇ πείρᾳ μεμαθηκότες οἱ τῷ μονογενεῖ θεῷ πολεμεῖν ἐγνωκότες καὶ γνόντες τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐγχειρισθέντα τοὺς οἴακας, κατάλυσιν τῆς σφετέρας δυσσεβείας ὑπέλαβον τὴν ἐκείνου ἡγεμονίαν, τούτου δὴ εἵνεκα τοιόνδε τι μηχανῶνται.

Μελίτιος ἐκεῖνος, ὃν ἡ ἐν Νικαίᾳ σύνοδος ἀπεκήρυξεν, ἐπέμενε κυκῶν καὶ ταράττων τήν τε Θηβαίδα καὶ τὴν ταύτῃ πελάζουσαν Αἴγυπτον· τῶν τούτου στασιωτῶν τινας μισθωσάμενοι, ἵν ἀνύποπτον ἧ τῆς κατηγορίας τὸ σχῆμα, πείθουσι πρὸς βασιλέα δραμεῖν καὶ συκοφαντίαν ὑφήναι, ὡς Ἀθανάσιος τελωνεῖ μὲν τὴν Αἴγυπτον, τὸ δὲ συναθροιζόμενον χρυσίον ἀνδρί τινι τυραννίδα χορηγεῖ. καὶ τὰς βασιλέως ἐξαπατήσαντες ἀκοὰς εἰς τὴν κωνσταντινούπολιν τὸν Ἀθανάσιον ἤγαγον.

ὁ δὲ ἀφικόμενος διήλεγξε τῶν κατηγορημάτων τὸ ψεῦδος καὶ τὴν θεόθεν ἐγχειρισθεῖσαν ἀπέλαβεν ἐκκλησίαν· δηλοῖ δὲ ταῦτα καὶ ὁ βασιλεὺς ἐξ ὧν πρὸς τὴν Ἀλεξανδρέων ἔγραψεν ἐκκλησίαν, ὢν τὸ τελευταῖον μέρος ἐνθήσω τῇ συγγραφῃ.

[*](1—9 vgl. Athanas. Apol. c. Arian. 6 PG 25, 257 BC — 7 Joh. 1, 18 — 11—21 Athanas. ebd. 59, 357 A u. 00, 360 A — 11— S. 82, 9 vgl. Sozomen. II 22, 6—9. Socrat. I 27, 8—10)[*](* 18—21 Gelas. Cyzic. ιιι 15, 147 a, 39 und III 18, 154 b, 11)[*](B A HN (n) GS (s) DL + FV (v) = z)[*](3 ηὐφημεῖτο B ι 4 πάνυ BA πανευφήμῳ nsz ι 6 τῆ πείρα übergeschrieben Ac ι 8/9 δυσσεβείας] δυνάμεως n ι 9 δὴ] δὲ Β ι 11 vor Μελίτιος + ἐπεὶ n I μελέτιοσ nsF ι ἐκεῖνος > B ι ἐπέμεινε B μεμένηκε ns ι 13 τούτου] τε G > nS ι nach τούτου + οὖν V ι στασιωτῶν BD στασιαστῶν Lv und ἀσίας auf Rasur Ac) A στρατιωτῶν ns (nach στρατιωτῶν + οὑν S) ι 13/14 ἀνύποπτον ᾖ] ἦ A ἀνύποπτον (hinter ἧ gewiesen) am Rand Ac ι 15 ὑφάναι Bn, vgl. 87, 20 u. 6 ι μὲν τελωνεῖΝ L ι IG ἀνδρί τινι ρί τινι auf Rasur Α ι 19 κατηγορημάτων AzGel. ιιι 18 κατηγορησάντων B κατηγόρων ns συκοφαντῶν Gel. III 15 ι 20 δηλοῖ — 21 ἐκκλησίαν > s ι ὁ βασιλεὺς ἐξ ὦν B ἃ (aus ὁ corr. Ac) βασιλεὺσ ////// A ὁ βασιλεὺς N ἅ βασιλεὺς z ἆ ὁ βασιλεύς Η ι 22 nach τῇ συγγραφῇ + μέρος ἐπιστολῆς κωνσταντίνου (+ τοῦ H) βασιλέως ns)
82

»Οὐδὲν ἴσχυσαν οἱ πονηροὶ κατὰ τοῦ ἐπισκόπου ὑμῶν ἐμοὶ πιστεύ- >σατε, ἀδελφοί. οὐδὲν ἕτερον ἐσπουδάκασιν ἢ ἵνα κατατρίψαντες τοὺς >ἡμετέρους χρόνους μηδεμίαν χώραν ἐν τῇ ζωῇ ταύτῃ μεταμελείας >ἔχωσιν. ἐπικουρήσατε τοίνυν ὑμῖν αὐτοῖς, παρακαλῶ, τὸ φίλτρον τὸ >ὑμέτερον ἀγαπήσατε καὶ παντὶ σθένει διώξατε τοὺς τὴν τῆς ἡμετέρας >ὁμονοίας χάριν ἀφανίζειν ἐπιθυμοῦντας, καὶ πρὸς τὸν θεὸν ἀπιδœντες >ὑμᾶς αὐτοὺς ἀγαπᾶτε. ἐγὼ γὰρ τὸν ὑμέτερον ἐπίσκοπον Ἀθηνάσιον >ἀσμένως προσηκάμην οὕτω τε προσεφθεγξάμην ὡς ἄνθρωπον αὐτὸν >εἰναι θεοῦ πικεισμίνος.«

Ἀλλ᾿ οὐδὲ οὕτως οἱ δυσσεβεῖς ἐνετράπησαν, ἀλλ’ ἕτερον ἐξύφηναν δρᾶμα, ᾧ προσόμοιον οὐδεὶς τῶν πάλαι γεγενημένων τραγῳδοποιῶν ἢ κωμῳδοποιῶν διέπλασε πώποτε. κατηγόρους γὰρ πάλιν ἐκ τῆς αὐτῆς συμμορίας μισθωσάμενοι προσάγουσι βασιλεῖ, βοῶντας άνοσιουργίας ἀρρήτους τετολμηκέναι πολλὰς τὸν τῆς ἀρετῆς ἀθλητήν.

ἡγεῖτο δὲ τούτων Εὐσέβιός τε καὶ Θεογόνιος καὶ Θεόδωρος ὁ Περίνσιος (Ἡράκλειαν δὲ νυνὶ τὴν Πέρινθον ὀνομάζουσιν), οὐκ ἀνεκτὰ ταῦτα εἶναι λέγοντες οὐδὲ ἀκοαῖς φορητά. πείθουσι δὴ οὖν τὸν βασιλέα σύνοδον ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἀθροῖσαι, ἔνθα δὴ πλείους ἦσαν οἱ δυσμενεῖς κἀκεῖσε κριθῆναι κελεῦσαι τὸν Ἀθανάσιον. πεισθεὶς δὲ ὡς ἱερεῦσιν ὁ βασιλεύς, παντάπασι γὰρ ἠγνόει τὰ τυρευόμενα, τοῦτο γενέσθαι προσέταξεν.