Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἡ δὲ παιδίον ὑπότιτθον ὑποδεικνῦσα, ἐκ τῆς Εὐσταθίου συνουσίας ἔλεγε τοῦτο καὶ συνειληφέναι καὶ τετοκέναι καὶ ἀναίδην ἐβόα. ὁ δὲ τῆς συκοφαντίας τὸ προφανὲς ἐπιστάμενος εἴ τινα ἔχοι τούτου συνίστορα, ἄγειν εἰς μέσον ἐκέλευσεν.

ἐκείνης δὲ μηδένα ἔχειν μάρτυρα τῆς κατηγορίας λεγούσης, ὅρκον προὔτειναν οἱ δικαιότατοι δικασταί, καίτοι τοῦ νόμου διαρρήδην βοῶντος ἐπὶ δύο καὶ τριῶν μαρτύρων εἶναι βέβαια τὰ λεγόμενα, καὶ ἄντικρυς τοῦ ἀποστόλου κελεύοντος μηδὲ κατὰ πρεσβυτέρου γινομένην γραφὴν δίχα δύο ἢ τριῶν μαρτύρων προσδέχεσθαι.

ἀλλὰ τῶν θείων οὔτοι νόμων καταφρονήσαντες ἀμάρτυρον κατ’ ἀνδρὸς τοσούτου κατηγορίαν ἐδέξαντο. ἐπειδὴ δὲ οἷς εἶπεν ἐκείνη τὸν ὅρκον προστέθεικε, βοῶσα ἠ’ μὴν Εὐσταθίου τὸ βρέφος εἶναι, ὡς κατὰ μοιχοῦ λοιπὸν οἱ φιλαλήθεις τὴν ψῆφον ἐξήνεγκαν.

τῶν δὲ ἄλλων ἀρχιερέων παρῆσαν γὰρ οὐκ ὀλίγοι καὶ τῶν ἀποστολικῶν ὑπερμαχοῦντες δογμάτων καὶ τὰ τυρευθέντα παντάπασιν ἀγνοοῦντες) προφανῶς ἀντιλεγόντων καὶ τὸν μέγαν Εὐστάθιον τὴν ψῆφον ἐκείνην τὴν παράνομον δέξασθαικωλυόντων, πρὸς βασιλέα τὴν ταχίστην οἱ τὸ δρᾶμα συντεθεικότες [*](2—S. S. 72 3 vgl. Philostorg. 11 7 — 10/11 vgl. Deut. 19, 15. 17, 6. Matth. 18 — 12/13 1 Tim. 5, 19 —17 vgl. Sozomen. II 19, 1. Socrat. I 24, 1. Adv. Rufin. 3, 42) [*](* 2—S. S. 72, 21 Niceph. H. E. VIII 45) [*](A HN(n) GS(s) DL + FV(v) = z T) [*](3 ἀποδόσθαι ADLT ι H ἀποδίδοσθαι Nsv ι συνέδριον = Gel. Cass.] ταὐτό Τό ι 4 κελεύσαντες γενέσθαι oo T ι 5 ἤγαγον T, introduxere Cass. I ὑποτίτθιον DLAc ι 6 καὶ συνειληφέναι καὶ τετοκέναι ι Gel. Nie. Cass.] εἶναι Τ, den Text belegen auch Polyd. Synax. ι εἰληφέναι A, συν über εἰ geschrieben Ac I 7 ἀναίδην AN vT Nie. ἀναίδειν τι ἀνέδην HSDLGel. impudentem Cass. ι 8 ἔχοι = Gel. Nie] ἔχει Τ ι ἐκέλευσεν = Cass.] ἐπίτρεπεν sie T ἐκέλευεν Gel. ι 9 ἔχειν ADLT Gel. Nie. se habere Cass. σχεῖν nsv ι λεγούσησ τῆς κατηγορίασ Τ 10 ἀδικώτατοι T, nistissimi Cass. ι 12 μηδὲ] μὴ δεῖν S Gel. πρεσβυτέρου = Gel. Nie. Cass.] πρεσβυτέρων T ι 13 ἧ nT Gel. Nic. Tim. aut Cass. καὶ Asz ι 13/14 νόμων οὗτοι ~ T ι 14 τοσούτου = Gel. Nie.] τοιούτου T takfn Cass. ι 15 ἐπειδὴ = Gel.] ἐπεὶ Av \ 17 ἐξήνεγκαν — 20 ψῆφον > T ι 18 γὰρ > z ι 20/21 δέξασθαι κωλυόντων = Cass.] προβῆναι προβῆναι T* ι 21 πρὸς] πρὸς τὸν n)

72
ἀπῆλθον, καὶ πείσαντες αὐτὸν ὡς ἀληθὴς ἡ γραφὴ καὶ δικαία τῆς καθαιρέσεως ἡ ψῆφος, ὡς μοιχὸν ὁμοῦ καὶ τύραννον ἐξελαθῆναι παρασκευάζουσι τὸν τῆς εὐσεβείας καὶ σωφροσύνης ἀγωνιστήν.