Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ πρῶτον ἱμείρεσθαι τῆς τῶν Ἱεροσολύμων θέας σκηψάμενος, καὶ ταύτῃ τὸν βασιλέα βουκολήσας ὡς τὸ πολυθρύλητον τῆς οἰκοδομίας ἔργον ὀψόμενος, μετὰ πλείστης ἐκεῖθεν ἀπῆρε ἀπῆρε τοῦ βασιλέως αὐτῷ καὶ ὀχήματα καὶ τὴν ἄλλην ἀπονείμαντος θεραπεία,,.

συναπῆρε δὲ αὐτῶ καὶ θεογόνιος ὁ Νικαίας, κοινωνὸς ὤν, ὡς καὶ πρόσθεν εἰρήκαμεν τῶν πονηρῶν βουλευυατων.

Ἀφικόμενοι δὲ εἰς τὴν Ἀντιόχειαν καὶ τὸ τῆς φιλίας περιθέμενοι προσωπεῖον, θεραπείας ἀπήλαυσαν ὅτι μάλιστα πλείστης· ὁ γὰρ τῆς ἀληθείας πρόμαχος ὁ μέγας Εὐστάθιος πᾶσαν αὐτοῖς ἀδελφικὴν φιλοφροσύνην προσήνεγκεν.

ἐπειδὴ δὲ τοὺς ἱεροὺς κατέλαβον τόπους καὶ τοὺς ὁμόφρονας ἐθεάσαντο, Εὐσέβιόν τε τὸν Καισαρείας καὶ τὸν Σκυθοπολίτην Πατρόφιλον καὶ τὸν Λύδδης Ἀέτιον καὶ τὸν Λαοδικείας Θεόδοτον καὶ τοὺς ἄλλους ὅσοι τὴν λώβην εἰσεδέξαντο τὴν Ἀρείου, ἐμήνυσάν τε τὸ τυρευόμενον καὶ σὺν αὐτοῖς τὴν Ἀντιόχου κατέλαβον.

καὶ τὸ μὲν πρόσχημα τῆς τῶν ἄλλων ἐπιδημίας προ- [*](1 oben S. 66, 7 f — 2—5 vgl. Socrat. 1 23, 1 — 5— S. 72, 3 vgl. Synax. — 5—S. S. 72, 21 vgl. Nicetas Thesaur. V 9 PG 139, 1869 D — 10 oben S. 33, 1. 68, 19) [*](* 2—S. 72, 21 Gelas. Cyzic. III 16 — 5—S. 72, 21 Polydeukes 298 phan. 28, 9 — — S. 72, 21 Cass. II 24) [*](A HN (n) GS ἡ DL + FV (v) = z T [von 5 ἱμείρεσθαι an]) [*](1 κὴ am Rand A ι 1/2 κατέσχεν ἡγεμονίαν ns ι 2 οὗτος ns ι 3 θαμὰ παρὰ L und θαμὰ auf Rasur Ac) A συχνὰ παρὰ D frequenter ad Cass. ἐγγὺς nsv, vgl. unten II .3, 6 ι 6 σκεψάμενος DT ι 7 ἔργον übergeschrieben Ac ι ἐκεῖθεν] ἐκείνης s ι 9 συναπῆρε — 11 βουλευμάτων > T* ι θεόγνιοσ L Gel. Theognius Cass. Cod. L θέογνισ V Synax. ι 12 ἀφικόμενος T* ι τὸ As ι περιθέμενοσ Τ* ι 13 ἀπέλασαν Lv ἀπήλαυσεν T* ι nach γὰρ + θεῖος ι 14 αὐτῶ Τ* ι 15 προσήνεγκεν, εγκεν auf Rasur, Ac ι nach δὲ + καὶ Τ* κατελάβετο — 16 ἐθεάσατο T* ι 10 τε > T ι nach Καισαρείας + θεόγνιον τὸν νικαίας Τ*, Cass. wie im Text ι 18 θεόδωτον AT ι εἰσεδέξαντο Τ ///// ἐδέξαντο A ἐδέξαντο nsz ι 19 ἐμήνυσάν — αὐτοῖς] συνελάλησέν τε μετ’ αὐτῶν κατὰ τοῦ τῆς ἀληθείας διδασκάλου εὐσταθίου καὶ ὁμοθυμασὸν Τ* Cass. wie im Text ι τε τὸ nsD //// τὸ A τὸ Lv ι τετυρευμένον v quod cogitaverant Cass. τυρευθὲν Gel.) [*](20 πρόσσχημα Av)

71
πόμπιος ἦν τιμή· τὸ δὲ καττυόμενον, ὁ κατὰ τῆς εὐσεβείας πόλεμος. γύναιον γὰρ ἑταιρικὸν τὴν ὥραν ἀπεμπολοῦν μισθωσάμενοι καὶ τὴν γλῶτταν αὐτοῖς ἀποδόσθαι πείσαντες, συνῆλθον εἰς τὸ συνέδριον. εἶτα τοὺς ἄλλους ἅπαντας ἔξω γενέσθαι κελεύσαντες, τὸ τρισάθλιον εἰσήγαγον γύναιον.