Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἐπὶ τούτοις τῆς τῶν ὅλων ἀρχῆς εἰς μόνον Κωνστάντιον περιστάσης ἀλαζονεία μὲν αὐτῷ προσεγίνετο, τὴν τύχην ἐνεγκεῖν μετρίως οὐ δυνηθέντι, προσεπετίθετο δὲ καὶ τὰ περὶ τοὺς τοιούτους εἰωθότα συνίστασθαι τῶν συκοφαντιῶν ἐργαστήρια, τοῖς δοκοῦσιν εὖ ἔχειν τύχης ἐπιβουλεύοντα: τῷ γὰρ κατάγειν ἐκείνους τῆς εὐπραγίας αὐτοὶ τὰς τούτων ἀξίας ἕξειν ἐλπίζοντες εἰκότως εἰς τὰς κατ̓ αὐτῶν ἐτρέποντο διαβολάς.

οὗτοι κοινωνοὺς τῆς κακοηθείας εὐνούχους τῶν περὶ τὴν αὐλήν τινας ποιησάμενοι, περιστάντες πείθουσι τὸν Κωνστάντιον ὡς Γάλλος ὢν ἀνεψιὸς αὐτοῦ, τῆς τοῦ Καίσαρος ἠξιωμένος τιμῆς, οὐκ ἀρκούμενος ταύτῃ πειρᾶται τὴν βασιλείαν ἑαυτῷ περιθεῖναι. καὶ ὅτι τοῦτο ἀληθὲς ἦν πείσαντες, εἰς τὴν κατὰ τοῦ Γάλλου σφαγὴν ἐπαίρουσι τὸν Κωνστάντιον. ἦσαν δὲ οἱ ταύτην πλέξαντες τὴν ἐπιβουλὴν Δυνάμοις καὶ Πικέντιος, εὐτελεῖς ἄνδρες καὶ διὰ τῶν τοιούτων κακῶν ἐπὶ μεῖζον ἐλθεῖν τύχης σπουδάζοντες.

ἐκοινώνει δὲ αὐτοῖς τῆς πράξεως καὶ Λαμπάδιος ὁ τῆς αὐλῆς ὕπαρχος, ἀνὴρ δύνασθαι παρὰ τῷ βασιλεῖ πάντων ἀεὶ πλέον ἐπιθυμῶν. τοῦ τοίνυν Κωνσταντίου ταῖς τοιαύταις θεμένου διαβολαῖς μετάπεμπτος μὲν ὁ Γάλλος ἐγίνετο, τὸ κατ̓ αὐτοῦ σπουδαζόμενον ἀγνοῶν: ἀφικόμενον δὲ αὐτὸν ὁ Κωνστάντιος πρῶτον μὲν τῆς τοῦ Καίσαρος ἐκδύει τιμῆς,

111
ἐπεὶ δὲ πεποίηκεν ἰδιώτην, τοῖς δημίοις ἐκδίδωσιν εἰς σφαγήν, οὐ τοῦτο πρῶτον κατὰ συγγενοῦς αἵματος τὸ μύσος ἐξαμαρτών, ἀλλ̓ ἑτέροις πλείοσι τοῦτο προσθείς.