Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

πυθόμενος δὲ ὡς καὶ τοὺς περὶ τὸν Ῥῆνον βαρβάρους χρημάτων πλήθει δυσμενεῖς αὐτῷ πεποίηκεν ὁ Κωνστάντιος καὶ τὰ τῶν Γαλατῶν ἔθνη διά τινων εὔνοιαν εἰσφερόντων αὐτῷ στρατηγῶν ἄβατα πεποίηκεν αὐτῷ, μήτε δὲ διὰ τῶν ἑσπερίων Ἰβήρων εἰς Μαυρουσίους οἷός τε γενόμενος διαβῆναι τῷ καὶ τοὺς ταύτῃ Ῥωμαίων συμμάχους εἰς εὔνοιαν τὸν Κωνστάντιον ἐπισπάσασθαι, πανταχόθεν ἀπορούμενος θάνατον ἐθελούσιον σωτηρίας αἰσχρᾶς ἔμπροσθεν ἐποιήσατο, μᾶλλον δὲ οἰκείαις χ̔??ʼρσὶν ἢ ταῖς τῶν πολεμίων εἵλετο τὸν βίον ἀπολιπεῖν.

Μαγνέντιος μὲν οὖν τοῦτον ἀνῃρέθη τὸν τρόπον, ἔτη βασιλεύσας τρία καὶ μῆνας ἔτι πρὸς τούτοις ἕξ, γένος μὲν ἕλκων ἀπὸ βαρβάρων, μετοικήσας δὲ εἰς Λετούς, ἔθνος Γαλατικόν, παιδείας τε τῆς Λατίνων μετασχών, ἐν μὲν τοῖς πλεονεκτήμασι τῆς τύχης θρασύς, δειλὸς δὲ ἐν ταῖς περιστάσεσι, τὴν ἐνοῦσαν αὐτῷ φύσει κακοήθειαν κρύψαι δεινὸς καὶ τοῖς ἀγνοοῦσι τὸν αὐτοῦ τρόπον εὐήθης εἶναι καὶ χρηστὸς νομιζόμενος.

Ταῦτα μὲν οὖν περὶ Μαγνεντίου προήχθην εἰπεῖν, ἐπειδή τισιν ἔδοξεν ἀγαθῶν αἴτιος γεγενῆσθαι κατὰ τὸν καιρὸν τῆς

110
αὐτοῦ βασιλείας τοῖς πράγμασιν, ὥστε γνωσθῆναι περὶ αὐτοῦ τἀληθῆ, καὶ ὡς οὐδὲν ἐξ ἀγαθῆς αὐτῷ πεποίηται προαιρέσεως. Δεκέντιος δὲ παρὰ Μαγνεντίου μεταπεμφθεὶς εἰς βοήθειαν καὶ τῆς ἐπὶ τὴν Ἰταλίαν ὁδοιπορίας ἐχόμενος, ἅμα τῷ πυθέσθαι τὰ τούτῳ συμβάντα στρατιωτικοῖς τάγμασι καὶ ἴλαις περιπεσὼν οὐδεμίαν τε ὁρῶν σωτηρίας ἐλπίδα, βρόχω περιστρέψας τὸν τράχηλον ἀπηλλάγη.