The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καὶ πολέμων βασίλειαν ἀεὶ καλέουσιν Ἀθήνην·
  2. μούνη Κύπρις ἄναλκις ἔην θεός. οὐ βασιλήων
  3. κοιρανίην, οὐκ ἔγχος ἀρήιον, οὐ βέλος ἕλκω.
  4. ἀλλὰ τί δειμαίνω περιώσιον ἀντὶ μὲν αἰχμῆς
  5. ὡς θοὸν ἔγχος ἔχουσα μελίφρονα δεσμὸν ἐρώτων;
  6. κεστὸν ἔχω καἰ κέντρον ἄγω καὶ τόξον ἀείρω,
  7. κεστόν, ὅθεν φιλότητος ἐμῆς ἐμὸν οἶστρον ἑλοῦσαι
  8. πολλάκις ὠδίνουσι καὶ οὐ θνῄσκουσι γυναῖκες.
  9. τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις.
  10. οἱ δʼ ἄρα μητρῴης ἐρατῆς ἀίοντες ἐφετμῆς
  11. φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνῃ.
  12. ἄρτι μὲν Ἰδαίην ὑπερέδραμον οὔρεος ἄκρην,
  13. ἔνθα λιθοκρήδεμνον ὑπὸ πρηῶνος ἐρίπνην
  14. κουρίζων ἐνόμευε Πάρις πατρώια μῆλα.
  15. ποιμαίνων δʼ ἑκάτερθεν ἐπὶ προχοῇσιν ἀναύρου
  16. νόσφι μέν ἀγρομένων ἀγέλην πεμπάζετο ταύρων,