The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- νόσφι δὲ βοσκομένων διεμέτρεε πώεα μήλων·
- καί τις ὀρεσσαύλοιο δορὴ μετόπισθε χιμαίρης
- ἐκκρεμὲς ᾐώρητο καὶ αὐτῶν ἥπτετο μηρῶν,
- ποιμενίη δʼ ἀπέκειτο, βοῶν ἐλάτειρα, καλαῦροψ,
- τοῖος ἐπεὶ σύριγγος, ἐς ἤθεα βαιὸν ὁδεύων,
- ἀγροτέρων καλάμων λιγυρὴν ἐδίωκεν ἀοιδήν·
- πολλάκι δʼ οἰοπόλοισιν ἐνὶ σταθμοῖσιν ἀείδων
- καὶ ταύρων ἀμέλησε καὶ οὐκ ἐμπάζετο μήλων·
- ἔνθεν ἔχων σύριγγα κατʼ ἤθεα καλὰ νομήων
- Πανὶ καὶ Ἑρμάωνι φίλην ἀνεβάλλετο μολπήν·
- οὐ κύνες ὠρύοντο καὶ οὐ μυκήσατο ταῦρος,
- μούνη δʼ ἠνεμόεσσα, βοῆς ἀδίδακτος ἐοῦσα,
- Ἰδαίων ὀρέων ἀντίθροος ἴαχεν Ἠχώ.
- ταῦροι δὲ χλοερῆς κεκορηότες ὑψόθι ποίης,
- κεκλιμένοι βαρύγουνον ἐπʼ ἰσχίον εὐνάζοντο.
- ὣς ὁ μὲν ὑψορόφοιο φυτῶν ὑπένερθε καλύπτρης