The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἡ δʼ ἅτε βησσήεντος ἀποπλαγχθεῖσα νομοῖο
- πόρτις ἐρημαίῃσιν ἐνὶ ξυλόχοισιν ἀλᾶται
- φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα·
- τοῖα βαρυζήλοισιν Ἔρις πληγῇσι δαμεῖσα
- πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι.
- πολλάκι δʼ εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα
- ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης
- οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέρην·
- ἤθελεν ὀρφναίων γυάλων κληῖδας ἀνεῖσα,
- ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βερέθρων
- οὐρανὸν ὑψιμέδοντος ἀιστῶσαι Διὸς ἕδρην.
- ἤθελεν ἠχήεντα πυρὸς πρηστῆρα τινάσσειν,
- Ἡφαίστῳ δʼ ὑπόεικεν ἀμαιμακέτη περ ἐοῦσα,
- καὶ πυρὸς ἀσβέστοιο καὶ ὀπτευτῆρι σιδήρου.
- καὶ σακέων βαρύδουπον ἐμήσατο κόμπον ἀράσσειν,
- εἴ ποτε δειμαίνοντες ἀναθρῴσκοιεν ἰωήν·
- ἀλλά καὶ ὁπλοτέρης δολίης ἀνεχάσσατο βουλῆς
- Ἄρεα δειμαίνουσα, σιδήρεον ἀσπιδιώτην.
- ἤδη δʼ Ἑσπερίδων χρυσέων ἐμνήσατο μήλων·
- ἔνθεν Ἔρις, πολέμοιο προάγγελον ἔρνος ἑλοῦσα