The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει·
  2. ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.
  3. μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δʼ οὔρεα ναίεις;
  4. πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ
  5. θῆρες ἀριζήλοιο Διὸς τρομέουσι γενέθλην
  6. ἤριπες ἐξ ὀχέων χθαμαλῆς ἐπὶ νῶτα κονίης
  7. σὸν δέμας οἰοπόλοισιν ἐνὶ δρυμοῖσι λιποῦσα;
  8. ἀλλὰ πολυπρέμνων ξυλόχων ὑπὸ δάσκιον ὕλην
  9. δένδρεα παπτήνασα καὶ αὐτῶν μέχρι πετήλων
  10. σὸν δέμας οὐκ ἐνόησα· καὶ οὐ νεμεσίζομαι ὕλῃ.
  11. μὴ διεροῖς στονόεντος ἐπʼ Εὐρώταο ῥεέθροις
  12. νηχομένην ἐκάλυψεν ὑποβρυχίην σε γαλήνη;
  13. ἀλλὰ καὶ ἐν ποταμοῖσι καὶ ἐν πελάγεσσι θαλάσσης
  14. νηιάδες ζώουσι καὶ οὐ κτείνουσι γυναῖκας.
  15. ὣς ἡ μὲν στενάχιζεν· ἀνακλίνουσα δὲ δειρὴν
  16. ὕπνον ἔπνει, θανάτοιο συνέμπορον· ἦ γὰρ ἐτύχθη
  17. ἄμφω ἀναγκαίη ξυνήια πάντα λαχόντε
  18. ἔργα παλαιοτέροιο κασιγνήτοιο διώκειν.
  19. ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι
  20. πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες.
  21. ἡ μὲν ἀλητεύουσα δολοφροσύνῃσιν ὀνείρων
  22. μητέρα παπταίνειν ὠίσατο, τοῖα δὲ κούρη
  23. ἴαχε θαμβήσασα καὶ ἀχνυμένη περ ἐοῦσα·
  24. χθιζὸν ὀδυρομένην με δόμων ἔκτοσθε φυγοῦσα
  25. κάλλιπες ὑπνώουσαν ὑπὲρ λεχέων γενετῆρος.
  26. ποῖον ὄρος μεθέηκα; τίνας προλέλοιπα κολώνας;
  27. οὕτω καλλικόμοιο μεθʼ ἁρμονίην Ἀφροδίτην Ἀφροδίτης;
  28. τοῖα δὲ φωνήσασα προσέννεπε Τυνδαρεώνη·
  29. τέκνον ἀκηχεμένη, μὴ μέμφεο δεινὰ παθούσῃ·
  30. ὁ χθιζός με μολών ἀπατήλιος ἥρπασεν ἀνήρ.
  31. ἔννεπεν. ἡ δʼ ἀνόρουσε καὶ οὐχ ὁρόωσα τιθήνην
  32. ὀξυτέρῃ πολὺ μᾶλλον ἀνεβρυχήσατο φωνῇ·
  33. ἠερίης, ὄρνιθες, ἐύπτερα τέκνα γενέθλης,
  34. εἴπατε νοστήσαντες ἐπὶ Κρήτην Μενελάῳ·
  35. χθιζὸν ἐπὶ Σπάρτην τις ἀνὴρ ἀθεμίστιος ἐλθὼν
  36. ἀγλαΐην ξύμπασαν ἑῶν ἀλάπαξε μελάθρων.
  37. ὣς ἡ μὲν πολύδακρυς ἐς ἠέρα φωνήσασα,
  38. μητέρα μαστεύουσα, μάτην ἐπλάζετο κούρη.
  39. καὶ Κικόνων πτολίεθρα καὶ Αἰολίδος πόρον Ἕλλης
  40. Δαρδανίης λιμένεσσιν ὁ νυμφίος ἤγαγε νύμφην.
  41. πυκνὰ δὲ τίλλε κόμην, χρυσέην δʼ ἔρριψε καλύπτρην
  42. Κασσάνδρη νεόφοιτον ἀπʼ ἀκροπόληος ἰδοῦσα.