The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;
- ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι
- καὶ νομὸν οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,
- ἔνθα θεοδμήτοισι παρὰ προθύροισι πυλάων
- πολλάκις εἰλιπόδεσσιν ἐφέσπετο βουσὶν Ἀπόλλων.
- ἀγρέο νῆν Σπάρτηθεν ἐπὶ Τροίην με κομίζων.
- ἕψομαι, ὡς Κυθέρεια γάμων βασίλεια κελεύει.
- οὐ τρομέω Μενέλαον, ὅταν Τροίη με νοήσῃ·
- τοίην συνθεσίην καλλίσφυρος ἔννεπε νύμφη.
- νὺξ δέ, πόνων ἄμπαυμα μετʼ ἠελίοιο κελεύθους,
- ὕπνον ἐλαφρίζουσα, παρήορον ὤπασεν ἠῶ
- ἀρχομένην· δοιὰς δὲ πύλας ὤιξεν ὀνείρων,
- τὴν μὲν ἀληθείης—κεράων ἀπελάμπετο κόσμος—
- ἔνθεν ἀναθρῴσκουσι θεῶν νημερτέες ὀμφαί,
- τὴν δὲ δολοφροσύνης, κενεῶν θρέπτειραν ὀνείρων.
- αὐτὰρ ὁ ποντοπόρων Ἑλένην ἐπὶ σέλματα νηῶν
- ἐκ θαλάμων ἐκόμισσε φιλοξείνου Μενελάου,
- κυδιόων δʼ ὑπέροπλον ὑποσχεσίῃ Κυθερείης
- φόρτον ἄγων ἔσπευδεν ἐς Ἴλιον ἰωχμοῖο.
- Ἑρμιόνη δʼ ἀνέμοισιν ἀπορρίψασα καλύπτρην
- ἱσταμένης πολύδακρυς ἀνέστενεν ἠριγενείης,
- πολλάκι δʼ ἀμφιπόλους θαλάμων ἔκτοσθε λαβοῦσα,
- ὀξύτατον βοόωσα τόσην ἀνενείκατο φωνήν·
- παῖδες, πῆ με λιποῦσα πολύστονον ᾤχετο μήτηρ,
- ἣ χθιζόν σὺν ἐμοὶ θαλάμων κληῖδας ἑλοῦσα
- ἔδραθεν ὑπνώουσα καὶ ἐς μίαν ἤλυθεν εὐνήν;
- ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.
- ἀγρόμεναι δʼ ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν
- Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·
- τέκνον ὀδυρομένη, γόον εὔνασον. Ὤιετο μήτηρ,
- νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.
- οὐχ ὁράᾳς; γοεραί μὲν ἐπιμύουσιν ὀπωπαί,
- πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.
- ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων
- ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου
- ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα
- ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,
- ἢ χρόα πατρῴοιο λοεσσομένη ποταμοῖο
- ᾤχετο καὶ δήθυνεν ἐπʼ Εὐρώταο ῥεέθροις.
- τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·
- οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους
- ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;