The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὀξύτατον βοόωσα τόσην ἀνενείκατο φωνήν·
  2. παῖδες, πῆ με λιποῦσα πολύστονον ᾤχετο μήτηρ,
  3. ἣ χθιζόν σὺν ἐμοὶ θαλάμων κληῖδας ἑλοῦσα
  4. ἔδραθεν ὑπνώουσα καὶ ἐς μίαν ἤλυθεν εὐνήν;
  5. ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.
  6. ἀγρόμεναι δʼ ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν
  7. Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·
  8. τέκνον ὀδυρομένη, γόον εὔνασον. Ὤιετο μήτηρ,
  9. νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.
  10. οὐχ ὁράᾳς; γοεραί μὲν ἐπιμύουσιν ὀπωπαί,