The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τὴν μὲν ἀληθείης—κεράων ἀπελάμπετο κόσμος—
  2. ἔνθεν ἀναθρῴσκουσι θεῶν νημερτέες ὀμφαί,
  3. τὴν δὲ δολοφροσύνης, κενεῶν θρέπτειραν ὀνείρων.
  4. αὐτὰρ ὁ ποντοπόρων Ἑλένην ἐπὶ σέλματα νηῶν
  5. ἐκ θαλάμων ἐκόμισσε φιλοξείνου Μενελάου,
  6. κυδιόων δʼ ὑπέροπλον ὑποσχεσίῃ Κυθερείης
  7. φόρτον ἄγων ἔσπευδεν ἐς Ἴλιον ἰωχμοῖο.
  8. Ἑρμιόνη δʼ ἀνέμοισιν ἀπορρίψασα καλύπτρην
  9. ἱσταμένης πολύδακρυς ἀνέστενεν ἠριγενείης,
  10. πολλάκι δʼ ἀμφιπόλους θαλάμων ἔκτοσθε λαβοῦσα,