The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τοίην συνθεσίην καλλίσφυρος ἔννεπε νύμφη.
  2. νὺξ δέ, πόνων ἄμπαυμα μετʼ ἠελίοιο κελεύθους,
  3. ὕπνον ἐλαφρίζουσα, παρήορον ὤπασεν ἠῶ
  4. ἀρχομένην· δοιὰς δὲ πύλας ὤιξεν ὀνείρων,
  5. τὴν μὲν ἀληθείης—κεράων ἀπελάμπετο κόσμος—
  6. ἔνθεν ἀναθρῴσκουσι θεῶν νημερτέες ὀμφαί,
  7. τὴν δὲ δολοφροσύνης, κενεῶν θρέπτειραν ὀνείρων.
  8. αὐτὰρ ὁ ποντοπόρων Ἑλένην ἐπὶ σέλματα νηῶν
  9. ἐκ θαλάμων ἐκόμισσε φιλοξείνου Μενελάου,
  10. κυδιόων δʼ ὑπέροπλον ὑποσχεσίῃ Κυθερείης
  11. φόρτον ἄγων ἔσπευδεν ἐς Ἴλιον ἰωχμοῖο.
  12. Ἑρμιόνη δʼ ἀνέμοισιν ἀπορρίψασα καλύπτρην
  13. ἱσταμένης πολύδακρυς ἀνέστενεν ἠριγενείης,
  14. πολλάκι δʼ ἀμφιπόλους θαλάμων ἔκτοσθε λαβοῦσα,
  15. ὀξύτατον βοόωσα τόσην ἀνενείκατο φωνήν·
  16. παῖδες, πῆ με λιποῦσα πολύστονον ᾤχετο μήτηρ,
  17. ἣ χθιζόν σὺν ἐμοὶ θαλάμων κληῖδας ἑλοῦσα
  18. ἔδραθεν ὑπνώουσα καὶ ἐς μίαν ἤλυθεν εὐνήν;
  19. ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.
  20. ἀγρόμεναι δʼ ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν
  21. Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·
  22. τέκνον ὀδυρομένη, γόον εὔνασον. Ὤιετο μήτηρ,
  23. νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.
  24. οὐχ ὁράᾳς; γοεραί μὲν ἐπιμύουσιν ὀπωπαί,
  25. πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.
  26. ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων