The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. αὐτὰρ ἐγώ, βασίλεια, δικασπόλος εἰμὶ θεάων·
  2. καὶ γὰρ ἀκηχεμένῃσιν ἐπουρανίῃσι δικάζων
  3. Κύπριδος ἀγλαΐην καὶ ἐπήρατον ᾔνεσα μορφήν,
  4. ἡ δὲ περικλήιστον, ἐμῶν ἀντάξιον ἔργων,
  5. νύμφην ἱμερόεσσαν ἐμοὶ κατένευσεν ὀπάσσαι,
  6. ἣν Ἑλένην ἐνέπουσι, κασιγνήτην Ἀφροδίτης,
  7. ἧς ἕνεκεν τέτληκα καὶ οἴδματα τόσσα περῆσαι.
  8. δεῦρο γάμον κεράσωμεν, ἐπεὶ Κυθέρεια κελεύει·
  9. μή με καταισχύνειας, ἐμὴν μὴ Κύπριν ἐλέγξῃς.
  10. οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;
  11. οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·
  12. οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,
  13. καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
  14. ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δʼ ἐγένοντο γυναῖκες.
  15. ἔννεπεν· ἡ δʼ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
  16. δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.
  17. ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
  18. ἀτρεκέως, ὦ ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης
  19. τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;
  20. ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι
  21. καὶ νομὸν οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,
  22. ἔνθα θεοδμήτοισι παρὰ προθύροισι πυλάων
  23. πολλάκις εἰλιπόδεσσιν ἐφέσπετο βουσὶν Ἀπόλλων.
  24. ἀγρέο νῆν Σπάρτηθεν ἐπὶ Τροίην με κομίζων.
  25. ἕψομαι, ὡς Κυθέρεια γάμων βασίλεια κελεύει.
  26. οὐ τρομέω Μενέλαον, ὅταν Τροίη με νοήσῃ·