The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
- ξεῖνε, πόθεν τελέθεις; ἐρατὸν γένος εἰπὲ καὶ ἡμῖν.
- ἀγλαΐην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι,
- ἀλλὰ τεὴν οὐκ οἶδα παρʼ Ἀργείοισι γενέθλην.
- πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην·
- οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,
- —Ἀντίλοχον δεδάηκα, τεὴν δʼ οὐκ εἶδον ὀπωπὴν
- οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·
- οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,
- ἀγλαΐην Πηλῆος, ἐυκλείην Τελαμῶνος,
- ἤθεα Πατρόκλοιο καὶ ἠνορέην Ἀχιλῆος.
- τοῖα Πάριν ποθέουσα λιγύθροος ἔννεπε νύμφη·
- αὐτὰρ ὁ μειλιχίην ἠμείβετο γῆρυν ἀνοίξας·
- εἴ τινά που Φρυγίης ἐνὶ πείρασι γαῖαν ἀκούεις,
- Ἴλιον, ἣν πύργωσε Ποσειδάων καὶ Ἀπόλλων·
- εἴ τινά που πολύολβον ἐνὶ Τροίῃ βασιλῆα
- ἔκλυες εὐώδινος ἀπὸ Κρονίδαο γενέθλης·
- ἔνθεν ἀριστεύων ἐμφύλια πάντα διώκω.
- εἰμί, γύναι, Πριάμοιο πολυχρύσου φίλος υἱός,
- εἰμὶ δὲ Δαρδανίδης· ὁ δὲ Δάρδανος ἐκ Διὸς ἦεν,
- ᾧ καὶ ἀπʼ Οὐλύμποιο θεοὶ ξυνήονες ἀνδρῶν
- πολλάκι θητεύουσι καὶ ἀθάνατοί περ ἐόντες·
- ὧν ὁ μὲν ἡμετέρης δωμήσατο τείχεα πάτρης,
- τείχεα μαρμαίροντα, Ποσειδάων καὶ Ἀπόλλων.
- αὐτὰρ ἐγώ, βασίλεια, δικασπόλος εἰμὶ θεάων·
- καὶ γὰρ ἀκηχεμένῃσιν ἐπουρανίῃσι δικάζων
- Κύπριδος ἀγλαΐην καὶ ἐπήρατον ᾔνεσα μορφήν,
- ἡ δὲ περικλήιστον, ἐμῶν ἀντάξιον ἔργων,
- νύμφην ἱμερόεσσαν ἐμοὶ κατένευσεν ὀπάσσαι,
- ἣν Ἑλένην ἐνέπουσι, κασιγνήτην Ἀφροδίτης,
- ἧς ἕνεκεν τέτληκα καὶ οἴδματα τόσσα περῆσαι.
- δεῦρο γάμον κεράσωμεν, ἐπεὶ Κυθέρεια κελεύει·
- μή με καταισχύνειας, ἐμὴν μὴ Κύπριν ἐλέγξῃς.
- οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;
- οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·
- οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,
- καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
- ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δʼ ἐγένοντο γυναῖκες.
- ἔννεπεν· ἡ δʼ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
- δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.
- ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
- ἀτρεκέως, ὦ ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης
- τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;
- ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι
- καὶ νομὸν οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,
- ἔνθα θεοδμήτοισι παρὰ προθύροισι πυλάων
- πολλάκις εἰλιπόδεσσιν ἐφέσπετο βουσὶν Ἀπόλλων.
- ἀγρέο νῆν Σπάρτηθεν ἐπὶ Τροίην με κομίζων.
- ἕψομαι, ὡς Κυθέρεια γάμων βασίλεια κελεύει.
- οὐ τρομέω Μενέλαον, ὅταν Τροίη με νοήσῃ·
- τοίην συνθεσίην καλλίσφυρος ἔννεπε νύμφη.
- νὺξ δέ, πόνων ἄμπαυμα μετʼ ἠελίοιο κελεύθους,
- ὕπνον ἐλαφρίζουσα, παρήορον ὤπασεν ἠῶ
- ἀρχομένην· δοιὰς δὲ πύλας ὤιξεν ὀνείρων,
- τὴν μὲν ἀληθείης—κεράων ἀπελάμπετο κόσμος—
- ἔνθεν ἀναθρῴσκουσι θεῶν νημερτέες ὀμφαί,
- τὴν δὲ δολοφροσύνης, κενεῶν θρέπτειραν ὀνείρων.
- αὐτὰρ ὁ ποντοπόρων Ἑλένην ἐπὶ σέλματα νηῶν
- ἐκ θαλάμων ἐκόμισσε φιλοξείνου Μενελάου,
- κυδιόων δʼ ὑπέροπλον ὑποσχεσίῃ Κυθερείης
- φόρτον ἄγων ἔσπευδεν ἐς Ἴλιον ἰωχμοῖο.
- Ἑρμιόνη δʼ ἀνέμοισιν ἀπορρίψασα καλύπτρην
- ἱσταμένης πολύδακρυς ἀνέστενεν ἠριγενείης,
- πολλάκι δʼ ἀμφιπόλους θαλάμων ἔκτοσθε λαβοῦσα,
- ὀξύτατον βοόωσα τόσην ἀνενείκατο φωνήν·
- παῖδες, πῆ με λιποῦσα πολύστονον ᾤχετο μήτηρ,
- ἣ χθιζόν σὺν ἐμοὶ θαλάμων κληῖδας ἑλοῦσα
- ἔδραθεν ὑπνώουσα καὶ ἐς μίαν ἤλυθεν εὐνήν;
- ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.
- ἀγρόμεναι δʼ ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν
- Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·
- τέκνον ὀδυρομένη, γόον εὔνασον. Ὤιετο μήτηρ,
- νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.
- οὐχ ὁράᾳς; γοεραί μὲν ἐπιμύουσιν ὀπωπαί,
- πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.
- ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων
- ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου
- ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα
- ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,
- ἢ χρόα πατρῴοιο λοεσσομένη ποταμοῖο
- ᾤχετο καὶ δήθυνεν ἐπʼ Εὐρώταο ῥεέθροις.
- τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·
- οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους
- ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;
- ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει·
- ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.
- μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δʼ οὔρεα ναίεις;
- πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ
- θῆρες ἀριζήλοιο Διὸς τρομέουσι γενέθλην
- ἤριπες ἐξ ὀχέων χθαμαλῆς ἐπὶ νῶτα κονίης
- σὸν δέμας οἰοπόλοισιν ἐνὶ δρυμοῖσι λιποῦσα;
- ἀλλὰ πολυπρέμνων ξυλόχων ὑπὸ δάσκιον ὕλην
- δένδρεα παπτήνασα καὶ αὐτῶν μέχρι πετήλων
- σὸν δέμας οὐκ ἐνόησα· καὶ οὐ νεμεσίζομαι ὕλῃ.
- μὴ διεροῖς στονόεντος ἐπʼ Εὐρώταο ῥεέθροις
- νηχομένην ἐκάλυψεν ὑποβρυχίην σε γαλήνη;
- ἀλλὰ καὶ ἐν ποταμοῖσι καὶ ἐν πελάγεσσι θαλάσσης
- νηιάδες ζώουσι καὶ οὐ κτείνουσι γυναῖκας.
- ὣς ἡ μὲν στενάχιζεν· ἀνακλίνουσα δὲ δειρὴν
- ὕπνον ἔπνει, θανάτοιο συνέμπορον· ἦ γὰρ ἐτύχθη
- ἄμφω ἀναγκαίη ξυνήια πάντα λαχόντε
- ἔργα παλαιοτέροιο κασιγνήτοιο διώκειν.
- ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι
- πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες.
- ἡ μὲν ἀλητεύουσα δολοφροσύνῃσιν ὀνείρων
- μητέρα παπταίνειν ὠίσατο, τοῖα δὲ κούρη
- ἴαχε θαμβήσασα καὶ ἀχνυμένη περ ἐοῦσα·
- χθιζὸν ὀδυρομένην με δόμων ἔκτοσθε φυγοῦσα
- κάλλιπες ὑπνώουσαν ὑπὲρ λεχέων γενετῆρος.
- ποῖον ὄρος μεθέηκα; τίνας προλέλοιπα κολώνας;
- οὕτω καλλικόμοιο μεθʼ ἁρμονίην Ἀφροδίτην Ἀφροδίτης;
- τοῖα δὲ φωνήσασα προσέννεπε Τυνδαρεώνη·
- τέκνον ἀκηχεμένη, μὴ μέμφεο δεινὰ παθούσῃ·
- ὁ χθιζός με μολών ἀπατήλιος ἥρπασεν ἀνήρ.
- ἔννεπεν. ἡ δʼ ἀνόρουσε καὶ οὐχ ὁρόωσα τιθήνην
- ὀξυτέρῃ πολὺ μᾶλλον ἀνεβρυχήσατο φωνῇ·
- ἠερίης, ὄρνιθες, ἐύπτερα τέκνα γενέθλης,
- εἴπατε νοστήσαντες ἐπὶ Κρήτην Μενελάῳ·
- χθιζὸν ἐπὶ Σπάρτην τις ἀνὴρ ἀθεμίστιος ἐλθὼν
- ἀγλαΐην ξύμπασαν ἑῶν ἀλάπαξε μελάθρων.
- ὣς ἡ μὲν πολύδακρυς ἐς ἠέρα φωνήσασα,
- μητέρα μαστεύουσα, μάτην ἐπλάζετο κούρη.