The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις,
- ἁρμονίης ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων.
- ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθῆναι
- τοῖαι, κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι,
- κεκριμένων μελέων οὔτʼ ἄρσενες οὔτε γυναῖκες;
- τοῖον ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην,
- ὣς ἡ μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς
- Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην·
- ἱμείρων δʼ ὑπʼ ἔρωτι καὶ ἣν οὐκ εἶδε διώκων,
- Δύσπαρις ἀθροίσας ἐπὶ δάσκιον ἤγαγεν ὕλην
- ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης.
- ἔνθα πολυπ0ρέμνοιο δαϊζόμεναι δρύες Ἴδης
- ἤριπον ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου,
- ὅς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι
- νῆας Ἀλεξάνδρῳ δρυτόμῳ τεκτήνατο χαλκῷ.
- αὐτῆμαρ προβέβουλε καὶ αὐτῆμαρ κάμε νῆας,
- νῆας δʼ οὐκ ἐνόησε καὶ οὐκ ἤσκησεν Ἀθήνη.
- ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον
- καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην
- πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν
- ἔπλεεν Ἑλλήσποντον ἐπʼ εὐρέα νῶτα θαλάσσης,
- τῷ δὲ πολυτλήτων σημήια φαίνετο μόχθων.
- κυανέη μὲν ὕπερθεν ἀναθρώσκουσα θάλασσα
- οὐρανὸν ὀρφναίων ἑλίκων ἐζώσατο δεσμῷ
- εἶθαρ ἀμιχθαλόεντος ἀπʼ ἠέρος ὄμβρον ἱεῖσα,
- ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων.
- τόφρα δὲ Δαρδανίην καὶ Τρώιον οὖδας ἀμείψας
- Ἰσμαρίδος μεθέηκε παραπλώων στόμα λίμνης,
- αἶψα δὲ Θρηικίοιο μετʼ οὔρεα Παγγαίοιο
- Φυλλίδος ἀντέλλοντα φιλήνορος ἔδρακε τύμβον
- καὶ δρόμον ἐννεάκυκλον ἀλήμονος εἶδε κελεύθου,
- ἔνθα διαστείχουσα κινύρεο, Φυλλίς, ἀκοίτην
- δεχνυμένη παλίνορσον ἀπήμονα Δημοφόωντα,
- ὁππότε νοστήσειεν Ἀθηναίης ἀπὸ δήμων.
- τῷ δὲ βαθυκλήροιο διὰ χθονὸς Αἱμονιήων
- ἐξαπίνης ἀνέτελλεν Ἀχαιίδος ἄνθεα γαίης,
- Φθίη βωτιάνειρα καὶ εὐρυάγυια Μυκήνη.
- ἔνθεν ἀνερχομένοιο παρʼ εἰαμενὰς Ἐρυμάνθου
- Σπάρτην καλλιγύναικα, φίλην πόλιν Ἀτρείωνος,
- κεκλιμένην ἐνόησεν ἐπʼ Εὐρώταο ῥεέθροις.
- ἄγχι δὲ ναιομένην ὑπὸ δάσκιον οὔρεος ὕλην
- γείτονα παπταίνων ἐρατὴν θηεῖτο Θεράπνην.
- οὔπω κεῖθεν ἔην δολιχὸς πλόος, οὐδέ γαλήνης
- δηρὸν ἐρεσσομένων ἠκούετο δοῦπος ἐρετμῶν,
- καὶ χθονὸς εὐκόλποισιν ἐπʼ ἠιόνεσσι βαλόντες
- πείσματα νηὸς ἔδησαν, ὅσοις ἁλὸς ἔργα μεμήλει.
- αὐτὰρ ὁ χιονέοιο λοεσσάμενος ποταμοῖο
- ᾤχετο φειδομένοισιν ἐπʼ ἴχνεσιν ἴχνος ἐρείδων,
- μὴ πόδες ἱμερόεντες ὑποχραίνοιντο κονίης,
- μὴ πλοκάμων κυνέῃσιν ἐπιβρίσαντες ἐθείρας
- ὀξύτερον σπεύδοντος ἀναστέλλοιεν ἀῆται.
- ἄρτι μὲν αἰπύδμητα φιλοξείνων ναετήρων
- δώματα παπταίνων καὶ γείτονας ἐγγύθι νηοὺς
- ἄστεος ἀγλαΐην διεμέτρεεν, ἔνθα μὲν αὐτῆς
- χρύσεον ἐνδαπίης θηεύμενος εἶδος Ἀθήνης,
- ἔνθα δὲ Καρνείοιο φίλον κτέρας Ἀπόλλωνος
- οἶκον Ἀμυκλαίοιο παραγνάμψας Ὑακίνθου,
- ὅν ποτε κουρίζοντα σὺν Ἀπόλλωνι νοήσας
- δῆμος Ἀμυκλαίων ἠγάσσατο, μὴ Διὶ Λητὼ
- κυσαμένη καὶ τοῦτον ἀνήγαγεν· αὐτὰρ Ἀπόλλων
- οὐκ ἐκάη Ζεφύρῳ ζηλήμονι παῖδα φυλάσσων.
- γαῖα δὲ δακρύσαντι χαριζομένη βασιλῆι
- ἄνθος ἀνηέξησε, παραίφασιν Ἀπόλλωνος,
- ἄνθος ἀριζήλοιο φερώνυμον ἡβητῆρος.
- ἤδη δʼ ἀγχιδόμοισιν ἐπʼ Ἀτρείδαο μελάθροις
- ἵστατο θεσπεσίῃσιν ἀγαλλόμενος χαρίτεσσιν.
- οὐ Διὶ τοῖον ἔτικτεν ἐπήρατον υἷα Θυώνη·
- ἱλήκοις, Διόνυσε· καὶ εἰ Διός ἐσσι γενέθλης,
- καλὸς ἔην καὶ καὶ κεῖνος ἐπʼ ἀγλαΐῃσι προσώπων.
- ἡ δὲ φιλοξείνων θαλάμων κληῖδας ἀνεῖσα
- ἐξαπίνης Ἑλένη μετεκίαθε δώματος αὐλὴν
- καὶ θαλερῶν προπάροιθεν ὀπιπεύουσα θυράων
- ὡς ἴδεν, ὣς ἐκάλεσσε καὶ ἐς μυχὸν ἤγαγεν οἴκου
- καί μιν ἐφεδρήσσειν νεοπηγέος ὑψόθεν ἕδρης
- ἀργυρέης ἐπέτελλε· κόρον δʼ οὐκ εἶχεν ὀπωπῆς
- ἄλλοτε δὴ χρύσειον ὀισαμένη Κυθερείης
- κοῦρον ὀπιπεύειν θαλαμηπόλον—ὀψὲ δʼ ἀνέγνω,
- ὡς οὐκ ἔστιν Ἔρως· βελέων δʼ οὐκ εἶδε φαρέτρην—
- πολλάκι δʼ ἀγλαΐῃσιν ἐυγλήνοισι προσώπων
- παπταίνειν ἐδόκευε τὸν ἡμερίδων βασιλῆα·
- ἀλλʼ οὐχ ἡμερίδων θαλερὴν ἐδόκευεν ὀπώρην
- πεπταμένην χαρίεντος ἐπὶ ξυνοχῇσι καρήνου.
- ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
- ξεῖνε, πόθεν τελέθεις; ἐρατὸν γένος εἰπὲ καὶ ἡμῖν.
- ἀγλαΐην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι,
- ἀλλὰ τεὴν οὐκ οἶδα παρʼ Ἀργείοισι γενέθλην.
- πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην·
- οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,
- —Ἀντίλοχον δεδάηκα, τεὴν δʼ οὐκ εἶδον ὀπωπὴν
- οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·
- οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,
- ἀγλαΐην Πηλῆος, ἐυκλείην Τελαμῶνος,
- ἤθεα Πατρόκλοιο καὶ ἠνορέην Ἀχιλῆος.
- τοῖα Πάριν ποθέουσα λιγύθροος ἔννεπε νύμφη·
- αὐτὰρ ὁ μειλιχίην ἠμείβετο γῆρυν ἀνοίξας·
- εἴ τινά που Φρυγίης ἐνὶ πείρασι γαῖαν ἀκούεις,
- Ἴλιον, ἣν πύργωσε Ποσειδάων καὶ Ἀπόλλων·
- εἴ τινά που πολύολβον ἐνὶ Τροίῃ βασιλῆα
- ἔκλυες εὐώδινος ἀπὸ Κρονίδαο γενέθλης·
- ἔνθεν ἀριστεύων ἐμφύλια πάντα διώκω.
- εἰμί, γύναι, Πριάμοιο πολυχρύσου φίλος υἱός,
- εἰμὶ δὲ Δαρδανίδης· ὁ δὲ Δάρδανος ἐκ Διὸς ἦεν,
- ᾧ καὶ ἀπʼ Οὐλύμποιο θεοὶ ξυνήονες ἀνδρῶν
- πολλάκι θητεύουσι καὶ ἀθάνατοί περ ἐόντες·
- ὧν ὁ μὲν ἡμετέρης δωμήσατο τείχεα πάτρης,
- τείχεα μαρμαίροντα, Ποσειδάων καὶ Ἀπόλλων.
- αὐτὰρ ἐγώ, βασίλεια, δικασπόλος εἰμὶ θεάων·
- καὶ γὰρ ἀκηχεμένῃσιν ἐπουρανίῃσι δικάζων
- Κύπριδος ἀγλαΐην καὶ ἐπήρατον ᾔνεσα μορφήν,
- ἡ δὲ περικλήιστον, ἐμῶν ἀντάξιον ἔργων,
- νύμφην ἱμερόεσσαν ἐμοὶ κατένευσεν ὀπάσσαι,
- ἣν Ἑλένην ἐνέπουσι, κασιγνήτην Ἀφροδίτης,
- ἧς ἕνεκεν τέτληκα καὶ οἴδματα τόσσα περῆσαι.
- δεῦρο γάμον κεράσωμεν, ἐπεὶ Κυθέρεια κελεύει·
- μή με καταισχύνειας, ἐμὴν μὴ Κύπριν ἐλέγξῃς.
- οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;
- οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·
- οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,
- καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
- ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δʼ ἐγένοντο γυναῖκες.
- ἔννεπεν· ἡ δʼ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
- δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.