The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην·
  2. οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,
  3. —Ἀντίλοχον δεδάηκα, τεὴν δʼ οὐκ εἶδον ὀπωπὴν
  4. οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·
  5. οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,
  6. ἀγλαΐην Πηλῆος, ἐυκλείην Τελαμῶνος,
  7. ἤθεα Πατρόκλοιο καὶ ἠνορέην Ἀχιλῆος.
  8. τοῖα Πάριν ποθέουσα λιγύθροος ἔννεπε νύμφη·
  9. αὐτὰρ ὁ μειλιχίην ἠμείβετο γῆρυν ἀνοίξας·
  10. εἴ τινά που Φρυγίης ἐνὶ πείρασι γαῖαν ἀκούεις,
  11. Ἴλιον, ἣν πύργωσε Ποσειδάων καὶ Ἀπόλλων·
  12. εἴ τινά που πολύολβον ἐνὶ Τροίῃ βασιλῆα
  13. ἔκλυες εὐώδινος ἀπὸ Κρονίδαο γενέθλης·
  14. ἔνθεν ἀριστεύων ἐμφύλια πάντα διώκω.
  15. εἰμί, γύναι, Πριάμοιο πολυχρύσου φίλος υἱός,
  16. εἰμὶ δὲ Δαρδανίδης· ὁ δὲ Δάρδανος ἐκ Διὸς ἦεν,
  17. ᾧ καὶ ἀπʼ Οὐλύμποιο θεοὶ ξυνήονες ἀνδρῶν
  18. πολλάκι θητεύουσι καὶ ἀθάνατοί περ ἐόντες·