The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἄγχι δὲ ναιομένην ὑπὸ δάσκιον οὔρεος ὕλην
  2. γείτονα παπταίνων ἐρατὴν θηεῖτο Θεράπνην.
  3. οὔπω κεῖθεν ἔην δολιχὸς πλόος, οὐδέ γαλήνης
  4. δηρὸν ἐρεσσομένων ἠκούετο δοῦπος ἐρετμῶν,
  5. καὶ χθονὸς εὐκόλποισιν ἐπʼ ἠιόνεσσι βαλόντες
  6. πείσματα νηὸς ἔδησαν, ὅσοις ἁλὸς ἔργα μεμήλει.
  7. αὐτὰρ ὁ χιονέοιο λοεσσάμενος ποταμοῖο
  8. ᾤχετο φειδομένοισιν ἐπʼ ἴχνεσιν ἴχνος ἐρείδων,
  9. μὴ πόδες ἱμερόεντες ὑποχραίνοιντο κονίης,
  10. μὴ πλοκάμων κυνέῃσιν ἐπιβρίσαντες ἐθείρας
  11. ὀξύτερον σπεύδοντος ἀναστέλλοιεν ἀῆται.
  12. ἄρτι μὲν αἰπύδμητα φιλοξείνων ναετήρων
  13. δώματα παπταίνων καὶ γείτονας ἐγγύθι νηοὺς
  14. ἄστεος ἀγλαΐην διεμέτρεεν, ἔνθα μὲν αὐτῆς
  15. χρύσεον ἐνδαπίης θηεύμενος εἶδος Ἀθήνης,
  16. ἔνθα δὲ Καρνείοιο φίλον κτέρας Ἀπόλλωνος
  17. οἶκον Ἀμυκλαίοιο παραγνάμψας Ὑακίνθου,
  18. ὅν ποτε κουρίζοντα σὺν Ἀπόλλωνι νοήσας
  19. δῆμος Ἀμυκλαίων ἠγάσσατο, μὴ Διὶ Λητὼ
  20. κυσαμένη καὶ τοῦτον ἀνήγαγεν· αὐτὰρ Ἀπόλλων
  21. οὐκ ἐκάη Ζεφύρῳ ζηλήμονι παῖδα φυλάσσων.
  22. γαῖα δὲ δακρύσαντι χαριζομένη βασιλῆι
  23. ἄνθος ἀνηέξησε, παραίφασιν Ἀπόλλωνος,
  24. ἄνθος ἀριζήλοιο φερώνυμον ἡβητῆρος.
  25. ἤδη δʼ ἀγχιδόμοισιν ἐπʼ Ἀτρείδαο μελάθροις
  26. ἵστατο θεσπεσίῃσιν ἀγαλλόμενος χαρίτεσσιν.
  27. οὐ Διὶ τοῖον ἔτικτεν ἐπήρατον υἷα Θυώνη·
  28. ἱλήκοις, Διόνυσε· καὶ εἰ Διός ἐσσι γενέθλης,
  29. καλὸς ἔην καὶ καὶ κεῖνος ἐπʼ ἀγλαΐῃσι προσώπων.
  30. ἡ δὲ φιλοξείνων θαλάμων κληῖδας ἀνεῖσα
  31. ἐξαπίνης Ἑλένη μετεκίαθε δώματος αὐλὴν
  32. καὶ θαλερῶν προπάροιθεν ὀπιπεύουσα θυράων
  33. ὡς ἴδεν, ὣς ἐκάλεσσε καὶ ἐς μυχὸν ἤγαγεν οἴκου
  34. καί μιν ἐφεδρήσσειν νεοπηγέος ὑψόθεν ἕδρης
  35. ἀργυρέης ἐπέτελλε· κόρον δʼ οὐκ εἶχεν ὀπωπῆς
  36. ἄλλοτε δὴ χρύσειον ὀισαμένη Κυθερείης
  37. κοῦρον ὀπιπεύειν θαλαμηπόλον—ὀψὲ δʼ ἀνέγνω,
  38. ὡς οὐκ ἔστιν Ἔρως· βελέων δʼ οὐκ εἶδε φαρέτρην—
  39. πολλάκι δʼ ἀγλαΐῃσιν ἐυγλήνοισι προσώπων
  40. παπταίνειν ἐδόκευε τὸν ἡμερίδων βασιλῆα·
  41. ἀλλʼ οὐχ ἡμερίδων θαλερὴν ἐδόκευεν ὀπώρην
  42. πεπταμένην χαρίεντος ἐπὶ ξυνοχῇσι καρήνου.
  43. ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
  44. ξεῖνε, πόθεν τελέθεις; ἐρατὸν γένος εἰπὲ καὶ ἡμῖν.
  45. ἀγλαΐην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι,
  46. ἀλλὰ τεὴν οὐκ οἶδα παρʼ Ἀργείοισι γενέθλην.
  47. πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην·
  48. οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,
  49. —Ἀντίλοχον δεδάηκα, τεὴν δʼ οὐκ εἶδον ὀπωπὴν
  50. οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·
  51. οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,
  52. ἀγλαΐην Πηλῆος, ἐυκλείην Τελαμῶνος,
  53. ἤθεα Πατρόκλοιο καὶ ἠνορέην Ἀχιλῆος.
  54. τοῖα Πάριν ποθέουσα λιγύθροος ἔννεπε νύμφη·
  55. αὐτὰρ ὁ μειλιχίην ἠμείβετο γῆρυν ἀνοίξας·
  56. εἴ τινά που Φρυγίης ἐνὶ πείρασι γαῖαν ἀκούεις,
  57. Ἴλιον, ἣν πύργωσε Ποσειδάων καὶ Ἀπόλλων·
  58. εἴ τινά που πολύολβον ἐνὶ Τροίῃ βασιλῆα
  59. ἔκλυες εὐώδινος ἀπὸ Κρονίδαο γενέθλης·
  60. ἔνθεν ἀριστεύων ἐμφύλια πάντα διώκω.
  61. εἰμί, γύναι, Πριάμοιο πολυχρύσου φίλος υἱός,
  62. εἰμὶ δὲ Δαρδανίδης· ὁ δὲ Δάρδανος ἐκ Διὸς ἦεν,
  63. ᾧ καὶ ἀπʼ Οὐλύμποιο θεοὶ ξυνήονες ἀνδρῶν
  64. πολλάκι θητεύουσι καὶ ἀθάνατοί περ ἐόντες·
  65. ὧν ὁ μὲν ἡμετέρης δωμήσατο τείχεα πάτρης,
  66. τείχεα μαρμαίροντα, Ποσειδάων καὶ Ἀπόλλων.
  67. αὐτὰρ ἐγώ, βασίλεια, δικασπόλος εἰμὶ θεάων·
  68. καὶ γὰρ ἀκηχεμένῃσιν ἐπουρανίῃσι δικάζων
  69. Κύπριδος ἀγλαΐην καὶ ἐπήρατον ᾔνεσα μορφήν,
  70. ἡ δὲ περικλήιστον, ἐμῶν ἀντάξιον ἔργων,
  71. νύμφην ἱμερόεσσαν ἐμοὶ κατένευσεν ὀπάσσαι,
  72. ἣν Ἑλένην ἐνέπουσι, κασιγνήτην Ἀφροδίτης,
  73. ἧς ἕνεκεν τέτληκα καὶ οἴδματα τόσσα περῆσαι.
  74. δεῦρο γάμον κεράσωμεν, ἐπεὶ Κυθέρεια κελεύει·
  75. μή με καταισχύνειας, ἐμὴν μὴ Κύπριν ἐλέγξῃς.
  76. οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;
  77. οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·
  78. οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,
  79. καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
  80. ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δʼ ἐγένοντο γυναῖκες.
  81. ἔννεπεν· ἡ δʼ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
  82. δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.