The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τόφρα δὲ Δαρδανίην καὶ Τρώιον οὖδας ἀμείψας
  2. Ἰσμαρίδος μεθέηκε παραπλώων στόμα λίμνης,
  3. αἶψα δὲ Θρηικίοιο μετʼ οὔρεα Παγγαίοιο
  4. Φυλλίδος ἀντέλλοντα φιλήνορος ἔδρακε τύμβον
  5. καὶ δρόμον ἐννεάκυκλον ἀλήμονος εἶδε κελεύθου,
  6. ἔνθα διαστείχουσα κινύρεο, Φυλλίς, ἀκοίτην
  7. δεχνυμένη παλίνορσον ἀπήμονα Δημοφόωντα,
  8. ὁππότε νοστήσειεν Ἀθηναίης ἀπὸ δήμων.
  9. τῷ δὲ βαθυκλήροιο διὰ χθονὸς Αἱμονιήων
  10. ἐξαπίνης ἀνέτελλεν Ἀχαιίδος ἄνθεα γαίης,
  11. Φθίη βωτιάνειρα καὶ εὐρυάγυια Μυκήνη.
  12. ἔνθεν ἀνερχομένοιο παρʼ εἰαμενὰς Ἐρυμάνθου
  13. Σπάρτην καλλιγύναικα, φίλην πόλιν Ἀτρείωνος,
  14. κεκλιμένην ἐνόησεν ἐπʼ Εὐρώταο ῥεέθροις.
  15. ἄγχι δὲ ναιομένην ὑπὸ δάσκιον οὔρεος ὕλην
  16. γείτονα παπταίνων ἐρατὴν θηεῖτο Θεράπνην.
  17. οὔπω κεῖθεν ἔην δολιχὸς πλόος, οὐδέ γαλήνης
  18. δηρὸν ἐρεσσομένων ἠκούετο δοῦπος ἐρετμῶν,
  19. καὶ χθονὸς εὐκόλποισιν ἐπʼ ἠιόνεσσι βαλόντες
  20. πείσματα νηὸς ἔδησαν, ὅσοις ἁλὸς ἔργα μεμήλει.
  21. αὐτὰρ ὁ χιονέοιο λοεσσάμενος ποταμοῖο
  22. ᾤχετο φειδομένοισιν ἐπʼ ἴχνεσιν ἴχνος ἐρείδων,
  23. μὴ πόδες ἱμερόεντες ὑποχραίνοιντο κονίης,
  24. μὴ πλοκάμων κυνέῃσιν ἐπιβρίσαντες ἐθείρας
  25. ὀξύτερον σπεύδοντος ἀναστέλλοιεν ἀῆται.
  26. ἄρτι μὲν αἰπύδμητα φιλοξείνων ναετήρων
  27. δώματα παπταίνων καὶ γείτονας ἐγγύθι νηοὺς
  28. ἄστεος ἀγλαΐην διεμέτρεεν, ἔνθα μὲν αὐτῆς
  29. χρύσεον ἐνδαπίης θηεύμενος εἶδος Ἀθήνης,
  30. ἔνθα δὲ Καρνείοιο φίλον κτέρας Ἀπόλλωνος
  31. οἶκον Ἀμυκλαίοιο παραγνάμψας Ὑακίνθου,
  32. ὅν ποτε κουρίζοντα σὺν Ἀπόλλωνι νοήσας
  33. δῆμος Ἀμυκλαίων ἠγάσσατο, μὴ Διὶ Λητὼ
  34. κυσαμένη καὶ τοῦτον ἀνήγαγεν· αὐτὰρ Ἀπόλλων
  35. οὐκ ἐκάη Ζεφύρῳ ζηλήμονι παῖδα φυλάσσων.
  36. γαῖα δὲ δακρύσαντι χαριζομένη βασιλῆι
  37. ἄνθος ἀνηέξησε, παραίφασιν Ἀπόλλωνος,
  38. ἄνθος ἀριζήλοιο φερώνυμον ἡβητῆρος.
  39. ἤδη δʼ ἀγχιδόμοισιν ἐπʼ Ἀτρείδαο μελάθροις
  40. ἵστατο θεσπεσίῃσιν ἀγαλλόμενος χαρίτεσσιν.
  41. οὐ Διὶ τοῖον ἔτικτεν ἐπήρατον υἷα Θυώνη·
  42. ἱλήκοις, Διόνυσε· καὶ εἰ Διός ἐσσι γενέθλης,
  43. καλὸς ἔην καὶ καὶ κεῖνος ἐπʼ ἀγλαΐῃσι προσώπων.
  44. ἡ δὲ φιλοξείνων θαλάμων κληῖδας ἀνεῖσα
  45. ἐξαπίνης Ἑλένη μετεκίαθε δώματος αὐλὴν
  46. καὶ θαλερῶν προπάροιθεν ὀπιπεύουσα θυράων