The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἀντὶ δὲ κοιρανίης Ἑλένης ἐπιβήσεο λέκτρων·
- νυμφίον ἀθρήσει σε μετὰ Τροίην Λακεδαίμων
- οὔπω μῦθος ἔληγεν, ὁ δʼ ἀγλαὸν ὤπασε μῆλον,
- ἀγλαΐης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείῃ,
- φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.
- χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο φωνὴν
- Ἥρην κερτομέουσα καὶ ἀντιάνειραν Ἀθήνην·
- εἴξατέ μοι πολέμοιο συνήθεες, εἴξατε νίκης.
- ἀγλαΐην ἐφίλησα, καὶ ἀγλαΐη με διώκει.
- φασί σε, μῆτερ Ἄρηος, ὑπʼ ὠδίνεσσιν ἀέξειν
- ἠυκόμων Χαρίτων ἱερὸν χορόν· ἀλλά σε πᾶσαι
- σήμερον ἠρνήσαντο, καὶ οὐ μίαν εὗρες ἀρωγόν.
- οὐ σακέων βασίλεια καὶ οὐ πυρός ἐσσι τιθήνη·
- οὔ σοι Ἄρης ἐπάρηξε, καὶ εἰ δορὶ μαίνεται Ἄρης,
- οὐ φλόγες Ἡφαίστοιο, καὶ εἰ φλογὸς ἆσθμα λοχεύει.
- οἶα δὲ κυδιάεις ἀνεμώλιος, Ἀτρυτώνη,
- ἣν γάμος οὐκ ἔσπειρε καὶ οὐ μαιώσατο μήτηρ,
- ἀλλὰ σιδηρείη σε τομὴ καὶ ῥίζα σιδήρου
- πατρῴων ἀλόχευτον ἀνεβλάστησε καρήνων.
- οἶα δὲ χαλκείοισι καλυψαμένη χρόα πέπλοις
- καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις,
- ἁρμονίης ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων.
- ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθῆναι
- τοῖαι, κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι,
- κεκριμένων μελέων οὔτʼ ἄρσενες οὔτε γυναῖκες;
- τοῖον ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην,
- ὣς ἡ μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς
- Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην·
- ἱμείρων δʼ ὑπʼ ἔρωτι καὶ ἣν οὐκ εἶδε διώκων,
- Δύσπαρις ἀθροίσας ἐπὶ δάσκιον ἤγαγεν ὕλην
- ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης.
- ἔνθα πολυπ0ρέμνοιο δαϊζόμεναι δρύες Ἴδης
- ἤριπον ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου,
- ὅς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι
- νῆας Ἀλεξάνδρῳ δρυτόμῳ τεκτήνατο χαλκῷ.
- αὐτῆμαρ προβέβουλε καὶ αὐτῆμαρ κάμε νῆας,
- νῆας δʼ οὐκ ἐνόησε καὶ οὐκ ἤσκησεν Ἀθήνη.
- ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον
- καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην
- πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν
- ἔπλεεν Ἑλλήσποντον ἐπʼ εὐρέα νῶτα θαλάσσης,
- τῷ δὲ πολυτλήτων σημήια φαίνετο μόχθων.
- κυανέη μὲν ὕπερθεν ἀναθρώσκουσα θάλασσα
- οὐρανὸν ὀρφναίων ἑλίκων ἐζώσατο δεσμῷ
- εἶθαρ ἀμιχθαλόεντος ἀπʼ ἠέρος ὄμβρον ἱεῖσα,
- ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων.