The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης.
  2. ἔνθα πολυπ0ρέμνοιο δαϊζόμεναι δρύες Ἴδης
  3. ἤριπον ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου,
  4. ὅς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι
  5. νῆας Ἀλεξάνδρῳ δρυτόμῳ τεκτήνατο χαλκῷ.
  6. αὐτῆμαρ προβέβουλε καὶ αὐτῆμαρ κάμε νῆας,
  7. νῆας δʼ οὐκ ἐνόησε καὶ οὐκ ἤσκησεν Ἀθήνη.
  8. ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον
  9. καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην
  10. πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν
  11. ἔπλεεν Ἑλλήσποντον ἐπʼ εὐρέα νῶτα θαλάσσης,
  12. τῷ δὲ πολυτλήτων σημήια φαίνετο μόχθων.
  13. κυανέη μὲν ὕπερθεν ἀναθρώσκουσα θάλασσα
  14. οὐρανὸν ὀρφναίων ἑλίκων ἐζώσατο δεσμῷ
  15. εἶθαρ ἀμιχθαλόεντος ἀπʼ ἠέρος ὄμβρον ἱεῖσα,
  16. ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων.
  17. τόφρα δὲ Δαρδανίην καὶ Τρώιον οὖδας ἀμείψας
  18. Ἰσμαρίδος μεθέηκε παραπλώων στόμα λίμνης,
  19. αἶψα δὲ Θρηικίοιο μετʼ οὔρεα Παγγαίοιο
  20. Φυλλίδος ἀντέλλοντα φιλήνορος ἔδρακε τύμβον
  21. καὶ δρόμον ἐννεάκυκλον ἀλήμονος εἶδε κελεύθου,
  22. ἔνθα διαστείχουσα κινύρεο, Φυλλίς, ἀκοίτην
  23. δεχνυμένη παλίνορσον ἀπήμονα Δημοφόωντα,
  24. ὁππότε νοστήσειεν Ἀθηναίης ἀπὸ δήμων.
  25. τῷ δὲ βαθυκλήροιο διὰ χθονὸς Αἱμονιήων
  26. ἐξαπίνης ἀνέτελλεν Ἀχαιίδος ἄνθεα γαίης,
  27. Φθίη βωτιάνειρα καὶ εὐρυάγυια Μυκήνη.
  28. ἔνθεν ἀνερχομένοιο παρʼ εἰαμενὰς Ἐρυμάνθου
  29. Σπάρτην καλλιγύναικα, φίλην πόλιν Ἀτρείωνος,
  30. κεκλιμένην ἐνόησεν ἐπʼ Εὐρώταο ῥεέθροις.
  31. ἄγχι δὲ ναιομένην ὑπὸ δάσκιον οὔρεος ὕλην
  32. γείτονα παπταίνων ἐρατὴν θηεῖτο Θεράπνην.
  33. οὔπω κεῖθεν ἔην δολιχὸς πλόος, οὐδέ γαλήνης
  34. δηρὸν ἐρεσσομένων ἠκούετο δοῦπος ἐρετμῶν,
  35. καὶ χθονὸς εὐκόλποισιν ἐπʼ ἠιόνεσσι βαλόντες
  36. πείσματα νηὸς ἔδησαν, ὅσοις ἁλὸς ἔργα μεμήλει.
  37. αὐτὰρ ὁ χιονέοιο λοεσσάμενος ποταμοῖο
  38. ᾤχετο φειδομένοισιν ἐπʼ ἴχνεσιν ἴχνος ἐρείδων,
  39. μὴ πόδες ἱμερόεντες ὑποχραίνοιντο κονίης,
  40. μὴ πλοκάμων κυνέῃσιν ἐπιβρίσαντες ἐθείρας