The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
  2. ξεῖνε, πόθεν τελέθεις; ἐρατὸν γένος εἰπὲ καὶ ἡμῖν.
  3. ἀγλαΐην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι,
  4. ἀλλὰ τεὴν οὐκ οἶδα παρʼ Ἀργείοισι γενέθλην.
  5. πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην·
  6. οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,
  7. —Ἀντίλοχον δεδάηκα, τεὴν δʼ οὐκ εἶδον ὀπωπὴν
  8. οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·
  9. οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,
  10. ἀγλαΐην Πηλῆος, ἐυκλείην Τελαμῶνος,
  11. ἤθεα Πατρόκλοιο καὶ ἠνορέην Ἀχιλῆος.
  12. τοῖα Πάριν ποθέουσα λιγύθροος ἔννεπε νύμφη·
  13. αὐτὰρ ὁ μειλιχίην ἠμείβετο γῆρυν ἀνοίξας·
  14. εἴ τινά που Φρυγίης ἐνὶ πείρασι γαῖαν ἀκούεις,
  15. Ἴλιον, ἣν πύργωσε Ποσειδάων καὶ Ἀπόλλων·
  16. εἴ τινά που πολύολβον ἐνὶ Τροίῃ βασιλῆα
  17. ἔκλυες εὐώδινος ἀπὸ Κρονίδαο γενέθλης·
  18. ἔνθεν ἀριστεύων ἐμφύλια πάντα διώκω.
  19. εἰμί, γύναι, Πριάμοιο πολυχρύσου φίλος υἱός,
  20. εἰμὶ δὲ Δαρδανίδης· ὁ δὲ Δάρδανος ἐκ Διὸς ἦεν,
  21. ᾧ καὶ ἀπʼ Οὐλύμποιο θεοὶ ξυνήονες ἀνδρῶν
  22. πολλάκι θητεύουσι καὶ ἀθάνατοί περ ἐόντες·
  23. ὧν ὁ μὲν ἡμετέρης δωμήσατο τείχεα πάτρης,
  24. τείχεα μαρμαίροντα, Ποσειδάων καὶ Ἀπόλλων.
  25. αὐτὰρ ἐγώ, βασίλεια, δικασπόλος εἰμὶ θεάων·
  26. καὶ γὰρ ἀκηχεμένῃσιν ἐπουρανίῃσι δικάζων
  27. Κύπριδος ἀγλαΐην καὶ ἐπήρατον ᾔνεσα μορφήν,
  28. ἡ δὲ περικλήιστον, ἐμῶν ἀντάξιον ἔργων,
  29. νύμφην ἱμερόεσσαν ἐμοὶ κατένευσεν ὀπάσσαι,
  30. ἣν Ἑλένην ἐνέπουσι, κασιγνήτην Ἀφροδίτης,
  31. ἧς ἕνεκεν τέτληκα καὶ οἴδματα τόσσα περῆσαι.
  32. δεῦρο γάμον κεράσωμεν, ἐπεὶ Κυθέρεια κελεύει·
  33. μή με καταισχύνειας, ἐμὴν μὴ Κύπριν ἐλέγξῃς.
  34. οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;
  35. οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·
  36. οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,
  37. καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
  38. ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δʼ ἐγένοντο γυναῖκες.
  39. ἔννεπεν· ἡ δʼ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
  40. δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.
  41. ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
  42. ἀτρεκέως, ὦ ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης
  43. τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;
  44. ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι
  45. καὶ νομὸν οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,
  46. ἔνθα θεοδμήτοισι παρὰ προθύροισι πυλάων
  47. πολλάκις εἰλιπόδεσσιν ἐφέσπετο βουσὶν Ἀπόλλων.
  48. ἀγρέο νῆν Σπάρτηθεν ἐπὶ Τροίην με κομίζων.
  49. ἕψομαι, ὡς Κυθέρεια γάμων βασίλεια κελεύει.
  50. οὐ τρομέω Μενέλαον, ὅταν Τροίη με νοήσῃ·
  51. τοίην συνθεσίην καλλίσφυρος ἔννεπε νύμφη.
  52. νὺξ δέ, πόνων ἄμπαυμα μετʼ ἠελίοιο κελεύθους,
  53. ὕπνον ἐλαφρίζουσα, παρήορον ὤπασεν ἠῶ
  54. ἀρχομένην· δοιὰς δὲ πύλας ὤιξεν ὀνείρων,
  55. τὴν μὲν ἀληθείης—κεράων ἀπελάμπετο κόσμος—
  56. ἔνθεν ἀναθρῴσκουσι θεῶν νημερτέες ὀμφαί,
  57. τὴν δὲ δολοφροσύνης, κενεῶν θρέπτειραν ὀνείρων.
  58. αὐτὰρ ὁ ποντοπόρων Ἑλένην ἐπὶ σέλματα νηῶν
  59. ἐκ θαλάμων ἐκόμισσε φιλοξείνου Μενελάου,
  60. κυδιόων δʼ ὑπέροπλον ὑποσχεσίῃ Κυθερείης
  61. φόρτον ἄγων ἔσπευδεν ἐς Ἴλιον ἰωχμοῖο.
  62. Ἑρμιόνη δʼ ἀνέμοισιν ἀπορρίψασα καλύπτρην
  63. ἱσταμένης πολύδακρυς ἀνέστενεν ἠριγενείης,
  64. πολλάκι δʼ ἀμφιπόλους θαλάμων ἔκτοσθε λαβοῦσα,
  65. ὀξύτατον βοόωσα τόσην ἀνενείκατο φωνήν·
  66. παῖδες, πῆ με λιποῦσα πολύστονον ᾤχετο μήτηρ,
  67. ἣ χθιζόν σὺν ἐμοὶ θαλάμων κληῖδας ἑλοῦσα
  68. ἔδραθεν ὑπνώουσα καὶ ἐς μίαν ἤλυθεν εὐνήν;
  69. ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.
  70. ἀγρόμεναι δʼ ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν
  71. Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·
  72. τέκνον ὀδυρομένη, γόον εὔνασον. Ὤιετο μήτηρ,
  73. νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.
  74. οὐχ ὁράᾳς; γοεραί μὲν ἐπιμύουσιν ὀπωπαί,
  75. πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.
  76. ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων
  77. ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου
  78. ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα
  79. ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,
  80. ἢ χρόα πατρῴοιο λοεσσομένη ποταμοῖο
  81. ᾤχετο καὶ δήθυνεν ἐπʼ Εὐρώταο ῥεέθροις.
  82. τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·
  83. οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους
  84. ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;
  85. ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει·
  86. ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.
  87. μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δʼ οὔρεα ναίεις;
  88. πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ
  89. θῆρες ἀριζήλοιο Διὸς τρομέουσι γενέθλην
  90. ἤριπες ἐξ ὀχέων χθαμαλῆς ἐπὶ νῶτα κονίης
  91. σὸν δέμας οἰοπόλοισιν ἐνὶ δρυμοῖσι λιποῦσα;
  92. ἀλλὰ πολυπρέμνων ξυλόχων ὑπὸ δάσκιον ὕλην
  93. δένδρεα παπτήνασα καὶ αὐτῶν μέχρι πετήλων
  94. σὸν δέμας οὐκ ἐνόησα· καὶ οὐ νεμεσίζομαι ὕλῃ.
  95. μὴ διεροῖς στονόεντος ἐπʼ Εὐρώταο ῥεέθροις
  96. νηχομένην ἐκάλυψεν ὑποβρυχίην σε γαλήνη;
  97. ἀλλὰ καὶ ἐν ποταμοῖσι καὶ ἐν πελάγεσσι θαλάσσης
  98. νηιάδες ζώουσι καὶ οὐ κτείνουσι γυναῖκας.
  99. ὣς ἡ μὲν στενάχιζεν· ἀνακλίνουσα δὲ δειρὴν
  100. ὕπνον ἔπνει, θανάτοιο συνέμπορον· ἦ γὰρ ἐτύχθη
  101. ἄμφω ἀναγκαίη ξυνήια πάντα λαχόντε
  102. ἔργα παλαιοτέροιο κασιγνήτοιο διώκειν.
  103. ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι
  104. πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες.
  105. ἡ μὲν ἀλητεύουσα δολοφροσύνῃσιν ὀνείρων
  106. μητέρα παπταίνειν ὠίσατο, τοῖα δὲ κούρη
  107. ἴαχε θαμβήσασα καὶ ἀχνυμένη περ ἐοῦσα·
  108. χθιζὸν ὀδυρομένην με δόμων ἔκτοσθε φυγοῦσα
  109. κάλλιπες ὑπνώουσαν ὑπὲρ λεχέων γενετῆρος.
  110. ποῖον ὄρος μεθέηκα; τίνας προλέλοιπα κολώνας;
  111. οὕτω καλλικόμοιο μεθʼ ἁρμονίην Ἀφροδίτην Ἀφροδίτης;
  112. τοῖα δὲ φωνήσασα προσέννεπε Τυνδαρεώνη·
  113. τέκνον ἀκηχεμένη, μὴ μέμφεο δεινὰ παθούσῃ·
  114. ὁ χθιζός με μολών ἀπατήλιος ἥρπασεν ἀνήρ.
  115. ἔννεπεν. ἡ δʼ ἀνόρουσε καὶ οὐχ ὁρόωσα τιθήνην
  116. ὀξυτέρῃ πολὺ μᾶλλον ἀνεβρυχήσατο φωνῇ·
  117. ἠερίης, ὄρνιθες, ἐύπτερα τέκνα γενέθλης,
  118. εἴπατε νοστήσαντες ἐπὶ Κρήτην Μενελάῳ·
  119. χθιζὸν ἐπὶ Σπάρτην τις ἀνὴρ ἀθεμίστιος ἐλθὼν
  120. ἀγλαΐην ξύμπασαν ἑῶν ἀλάπαξε μελάθρων.
  121. ὣς ἡ μὲν πολύδακρυς ἐς ἠέρα φωνήσασα,
  122. μητέρα μαστεύουσα, μάτην ἐπλάζετο κούρη.
  123. καὶ Κικόνων πτολίεθρα καὶ Αἰολίδος πόρον Ἕλλης
  124. Δαρδανίης λιμένεσσιν ὁ νυμφίος ἤγαγε νύμφην.
  125. πυκνὰ δὲ τίλλε κόμην, χρυσέην δʼ ἔρριψε καλύπτρην
  126. Κασσάνδρη νεόφοιτον ἀπʼ ἀκροπόληος ἰδοῦσα.
  127. Τροίη δʼ ὑψιδόμων πυλέων κληῖδας ἀνεῖσα
  128. δέξατο νοστήσαντα τὸν ἀρχέκακον πολιήτην.