The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἣν γάμος οὐκ ἔσπειρε καὶ οὐ μαιώσατο μήτηρ,
- ἀλλὰ σιδηρείη σε τομὴ καὶ ῥίζα σιδήρου
- πατρῴων ἀλόχευτον ἀνεβλάστησε καρήνων.
- οἶα δὲ χαλκείοισι καλυψαμένη χρόα πέπλοις
- καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις,
- ἁρμονίης ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων.
- ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθῆναι
- τοῖαι, κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι,
- κεκριμένων μελέων οὔτʼ ἄρσενες οὔτε γυναῖκες;
- τοῖον ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην,
- ὣς ἡ μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς
- Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην·
- ἱμείρων δʼ ὑπʼ ἔρωτι καὶ ἣν οὐκ εἶδε διώκων,
- Δύσπαρις ἀθροίσας ἐπὶ δάσκιον ἤγαγεν ὕλην
- ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης.
- ἔνθα πολυπ0ρέμνοιο δαϊζόμεναι δρύες Ἴδης
- ἤριπον ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου,
- ὅς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι
- νῆας Ἀλεξάνδρῳ δρυτόμῳ τεκτήνατο χαλκῷ.
- αὐτῆμαρ προβέβουλε καὶ αὐτῆμαρ κάμε νῆας,
- νῆας δʼ οὐκ ἐνόησε καὶ οὐκ ἤσκησεν Ἀθήνη.
- ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον
- καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην
- πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν
- ἔπλεεν Ἑλλήσποντον ἐπʼ εὐρέα νῶτα θαλάσσης,
- τῷ δὲ πολυτλήτων σημήια φαίνετο μόχθων.
- κυανέη μὲν ὕπερθεν ἀναθρώσκουσα θάλασσα
- οὐρανὸν ὀρφναίων ἑλίκων ἐζώσατο δεσμῷ
- εἶθαρ ἀμιχθαλόεντος ἀπʼ ἠέρος ὄμβρον ἱεῖσα,
- ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων.
- τόφρα δὲ Δαρδανίην καὶ Τρώιον οὖδας ἀμείψας
- Ἰσμαρίδος μεθέηκε παραπλώων στόμα λίμνης,
- αἶψα δὲ Θρηικίοιο μετʼ οὔρεα Παγγαίοιο
- Φυλλίδος ἀντέλλοντα φιλήνορος ἔδρακε τύμβον
- καὶ δρόμον ἐννεάκυκλον ἀλήμονος εἶδε κελεύθου,
- ἔνθα διαστείχουσα κινύρεο, Φυλλίς, ἀκοίτην
- δεχνυμένη παλίνορσον ἀπήμονα Δημοφόωντα,
- ὁππότε νοστήσειεν Ἀθηναίης ἀπὸ δήμων.
- τῷ δὲ βαθυκλήροιο διὰ χθονὸς Αἱμονιήων
- ἐξαπίνης ἀνέτελλεν Ἀχαιίδος ἄνθεα γαίης,
- Φθίη βωτιάνειρα καὶ εὐρυάγυια Μυκήνη.
- ἔνθεν ἀνερχομένοιο παρʼ εἰαμενὰς Ἐρυμάνθου
- Σπάρτην καλλιγύναικα, φίλην πόλιν Ἀτρείωνος,
- κεκλιμένην ἐνόησεν ἐπʼ Εὐρώταο ῥεέθροις.
- ἄγχι δὲ ναιομένην ὑπὸ δάσκιον οὔρεος ὕλην
- γείτονα παπταίνων ἐρατὴν θηεῖτο Θεράπνην.
- οὔπω κεῖθεν ἔην δολιχὸς πλόος, οὐδέ γαλήνης
- δηρὸν ἐρεσσομένων ἠκούετο δοῦπος ἐρετμῶν,
- καὶ χθονὸς εὐκόλποισιν ἐπʼ ἠιόνεσσι βαλόντες
- πείσματα νηὸς ἔδησαν, ὅσοις ἁλὸς ἔργα μεμήλει.
- αὐτὰρ ὁ χιονέοιο λοεσσάμενος ποταμοῖο
- ᾤχετο φειδομένοισιν ἐπʼ ἴχνεσιν ἴχνος ἐρείδων,
- μὴ πόδες ἱμερόεντες ὑποχραίνοιντο κονίης,
- μὴ πλοκάμων κυνέῃσιν ἐπιβρίσαντες ἐθείρας
- ὀξύτερον σπεύδοντος ἀναστέλλοιεν ἀῆται.
- ἄρτι μὲν αἰπύδμητα φιλοξείνων ναετήρων
- δώματα παπταίνων καὶ γείτονας ἐγγύθι νηοὺς
- ἄστεος ἀγλαΐην διεμέτρεεν, ἔνθα μὲν αὐτῆς
- χρύσεον ἐνδαπίης θηεύμενος εἶδος Ἀθήνης,
- ἔνθα δὲ Καρνείοιο φίλον κτέρας Ἀπόλλωνος