The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. κεκλιμένοι βαρύγουνον ἐπʼ ἰσχίον εὐνάζοντο.
  2. ὣς ὁ μὲν ὑψορόφοιο φυτῶν ὑπένερθε καλύπτρης
  3. τηλόθεν Ἑρμάωνα διάκτορον εἶδε λιγαίνων.
  4. δειμαίνων δʼ ἀνόρουσε, θεῶν δʼ ἀλέεινεν ὀπωπήν·
  5. καὶ χορὸν εὐκελάδων δονάκων ἐπὶ φηγὸν ἐρείσας
  6. μήπω πολλὰ καμοῦσαν ἑὴν ἀνέκοπτεν ἀοιδήν.
  7. τοῖα δὲ δειμαίνοντα θέσκελος Ἑρμῆς·
  8. γαῦλον ἀπορρίψας καὶ πώεα καλὰ μεθήσας
  9. δεῦρο θεμιστεύσειας ἐπουρανίῃσι δικάζων·
  10. δεῦρο διακρίνων προφερέστερον εἶδος ὀπωπῆς
  11. φαιδροτέρῃ τόδε μῆλον, ἐπήρατον ἔρνος, ὀπάσσαις.
  12. τοῖον ἀνηΰτησεν· ὁ δʼ ἤπιον ὄμμα τανύσσας
  13. ἦκα διακρίνειν πειρήσατο κάλλος ἑκάστης.
  14. δέρκετο μὲν γλαυκῶν βλεφάρων σέλας, ἔδρακε δειρὴν
  15. χρυσῷ δαιδαλέην, ἐφράσσατο κόσμον ἑκάστης
  16. καὶ πιέρνης μετόπισθε καὶ αὐτῶν ἴχνια ταρσῶν.
  17. χειρῶν μειδιόωντα δίκης προπάροιθεν ἑλοῦσα
  18. τοῖον Ἀλεξάνδρῳ μυθήσατο μῦθον Ἀθήνη·
  19. δεῦρο, τέκος Πριάμοιο, Διὸς παράκοιτιν ἐάσας
  20. καὶ θαλάμων βασίλειαν ἀτιμήσας Ἀφροδίτην
  21. ἠνορέης ἐπίκουρον ἐπαινήσειας Ἀθήνην.
  22. φασί σε κοιρανέειν καὶ Τρώιον ἄστυ φυλάσσειν·
  23. δεῦρό σε τειρομένοισι σαόπτολιν ἀνδράσι θήσω,
  24. μή ποτέ σοι βαρύμηνις ἐπιβρίσειεν Ἐνυώ.
  25. πείθεο, καὶ πολέμους τε καὶ ἠνορέην σε διδάξω.
  26. ὣς ἡ μὲν πολύμητις ἀνηΰτησεν Ἀθήνη.
  27. τοῖα δʼ ὑποβλήδην λευκώλενος ἔννεπεν Ἥρη·
  28. εἴ με διακρίνων προφερέστερον ἔρνος ὀπάσσῃς,
  29. πάσης ἡμετέρης Ἀσίης ἡγήτορα θήσω.
  30. ἔργα μόθων ἀθέριζε· τί γὰρ πολέμων βασιλῆι;
  31. κοίρανος ἰφθίμοισι καὶ ἀπτολέμοισι κελεύει.
  32. οὐκ αἰεὶ θεράποντες ἀριστεύουσιν Ἀθήνης·
  33. ὠκύμοροι θνῄσκουσιν ὑποδρηστῆρες Ἐνυοῦς.
  34. τοίην κοιρανίην πρωτόθρονος ὤπασεν Ἥρη.
  35. ἡ δʼ ἑανὸν βαθύκολπον, ἐς ἠέρα γυμνώσασα
  36. κόλπον, ἀνῃώρησε καὶ οὐκ ᾐδέσσατο Κύπρις.
  37. χειρὶ δʼ ἐλαφρίζουσα μελίφρονα δεσμὸν ἐρώτων
  38. στῆθος ἅπαν γύμνωσε καὶ οὐκ ἐμνήσατο μαζῶν.
  39. τοῖα δὲ μειδιόωσα προσέννεπε μηλοβοτῆρα·
  40. δέξό με καὶ πολέμων ἐπιλήθεο, δέχνυσο μορφὴν
  41. ἡμετέρην καὶ σκῆπτρα καὶ Ἀσίδα κάλλιπε γαῖαν.
  42. ἔργα μόθων οὐκ οἶδα· τί γὰρ σακέων Ἀφροδίτῃ;
  43. ἀγλαΐῃ πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες.
  44. ἀντὶ μὲν ἠνορέης ἐρατὴν παράκοιτιν ὀπάσσω,
  45. ἀντὶ δὲ κοιρανίης Ἑλένης ἐπιβήσεο λέκτρων·
  46. νυμφίον ἀθρήσει σε μετὰ Τροίην Λακεδαίμων
  47. οὔπω μῦθος ἔληγεν, ὁ δʼ ἀγλαὸν ὤπασε μῆλον,
  48. ἀγλαΐης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείῃ,
  49. φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.
  50. χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο φωνὴν
  51. Ἥρην κερτομέουσα καὶ ἀντιάνειραν Ἀθήνην·
  52. εἴξατέ μοι πολέμοιο συνήθεες, εἴξατε νίκης.
  53. ἀγλαΐην ἐφίλησα, καὶ ἀγλαΐη με διώκει.
  54. φασί σε, μῆτερ Ἄρηος, ὑπʼ ὠδίνεσσιν ἀέξειν
  55. ἠυκόμων Χαρίτων ἱερὸν χορόν· ἀλλά σε πᾶσαι
  56. σήμερον ἠρνήσαντο, καὶ οὐ μίαν εὗρες ἀρωγόν.
  57. οὐ σακέων βασίλεια καὶ οὐ πυρός ἐσσι τιθήνη·
  58. οὔ σοι Ἄρης ἐπάρηξε, καὶ εἰ δορὶ μαίνεται Ἄρης,
  59. οὐ φλόγες Ἡφαίστοιο, καὶ εἰ φλογὸς ἆσθμα λοχεύει.
  60. οἶα δὲ κυδιάεις ἀνεμώλιος, Ἀτρυτώνη,