The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἡμετέρην καὶ σκῆπτρα καὶ Ἀσίδα κάλλιπε γαῖαν.
  2. ἔργα μόθων οὐκ οἶδα· τί γὰρ σακέων Ἀφροδίτῃ;
  3. ἀγλαΐῃ πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες.
  4. ἀντὶ μὲν ἠνορέης ἐρατὴν παράκοιτιν ὀπάσσω,
  5. ἀντὶ δὲ κοιρανίης Ἑλένης ἐπιβήσεο λέκτρων·
  6. νυμφίον ἀθρήσει σε μετὰ Τροίην Λακεδαίμων
  7. οὔπω μῦθος ἔληγεν, ὁ δʼ ἀγλαὸν ὤπασε μῆλον,
  8. ἀγλαΐης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείῃ,
  9. φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.
  10. χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο φωνὴν