The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. κοίρανος ἰφθίμοισι καὶ ἀπτολέμοισι κελεύει.
  2. οὐκ αἰεὶ θεράποντες ἀριστεύουσιν Ἀθήνης·
  3. ὠκύμοροι θνῄσκουσιν ὑποδρηστῆρες Ἐνυοῦς.
  4. τοίην κοιρανίην πρωτόθρονος ὤπασεν Ἥρη.
  5. ἡ δʼ ἑανὸν βαθύκολπον, ἐς ἠέρα γυμνώσασα
  6. κόλπον, ἀνῃώρησε καὶ οὐκ ᾐδέσσατο Κύπρις.
  7. χειρὶ δʼ ἐλαφρίζουσα μελίφρονα δεσμὸν ἐρώτων
  8. στῆθος ἅπαν γύμνωσε καὶ οὐκ ἐμνήσατο μαζῶν.
  9. τοῖα δὲ μειδιόωσα προσέννεπε μηλοβοτῆρα·
  10. δέξό με καὶ πολέμων ἐπιλήθεο, δέχνυσο μορφὴν