The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἠνορέης ἐπίκουρον ἐπαινήσειας Ἀθήνην.
- φασί σε κοιρανέειν καὶ Τρώιον ἄστυ φυλάσσειν·
- δεῦρό σε τειρομένοισι σαόπτολιν ἀνδράσι θήσω,
- μή ποτέ σοι βαρύμηνις ἐπιβρίσειεν Ἐνυώ.
- πείθεο, καὶ πολέμους τε καὶ ἠνορέην σε διδάξω.
- ὣς ἡ μὲν πολύμητις ἀνηΰτησεν Ἀθήνη.
- τοῖα δʼ ὑποβλήδην λευκώλενος ἔννεπεν Ἥρη·
- εἴ με διακρίνων προφερέστερον ἔρνος ὀπάσσῃς,
- πάσης ἡμετέρης Ἀσίης ἡγήτορα θήσω.
- ἔργα μόθων ἀθέριζε· τί γὰρ πολέμων βασιλῆι;
- κοίρανος ἰφθίμοισι καὶ ἀπτολέμοισι κελεύει.
- οὐκ αἰεὶ θεράποντες ἀριστεύουσιν Ἀθήνης·
- ὠκύμοροι θνῄσκουσιν ὑποδρηστῆρες Ἐνυοῦς.
- τοίην κοιρανίην πρωτόθρονος ὤπασεν Ἥρη.
- ἡ δʼ ἑανὸν βαθύκολπον, ἐς ἠέρα γυμνώσασα
- κόλπον, ἀνῃώρησε καὶ οὐκ ᾐδέσσατο Κύπρις.
- χειρὶ δʼ ἐλαφρίζουσα μελίφρονα δεσμὸν ἐρώτων
- στῆθος ἅπαν γύμνωσε καὶ οὐκ ἐμνήσατο μαζῶν.
- τοῖα δὲ μειδιόωσα προσέννεπε μηλοβοτῆρα·
- δέξό με καὶ πολέμων ἐπιλήθεο, δέχνυσο μορφὴν