The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- κεκλιμένοι βαρύγουνον ἐπʼ ἰσχίον εὐνάζοντο.
- ὣς ὁ μὲν ὑψορόφοιο φυτῶν ὑπένερθε καλύπτρης
- τηλόθεν Ἑρμάωνα διάκτορον εἶδε λιγαίνων.
- δειμαίνων δʼ ἀνόρουσε, θεῶν δʼ ἀλέεινεν ὀπωπήν·
- καὶ χορὸν εὐκελάδων δονάκων ἐπὶ φηγὸν ἐρείσας
- μήπω πολλὰ καμοῦσαν ἑὴν ἀνέκοπτεν ἀοιδήν.
- τοῖα δὲ δειμαίνοντα θέσκελος Ἑρμῆς·
- γαῦλον ἀπορρίψας καὶ πώεα καλὰ μεθήσας
- δεῦρο θεμιστεύσειας ἐπουρανίῃσι δικάζων·
- δεῦρο διακρίνων προφερέστερον εἶδος ὀπωπῆς
- φαιδροτέρῃ τόδε μῆλον, ἐπήρατον ἔρνος, ὀπάσσαις.
- τοῖον ἀνηΰτησεν· ὁ δʼ ἤπιον ὄμμα τανύσσας
- ἦκα διακρίνειν πειρήσατο κάλλος ἑκάστης.
- δέρκετο μὲν γλαυκῶν βλεφάρων σέλας, ἔδρακε δειρὴν
- χρυσῷ δαιδαλέην, ἐφράσσατο κόσμον ἑκάστης
- καὶ πιέρνης μετόπισθε καὶ αὐτῶν ἴχνια ταρσῶν.
- χειρῶν μειδιόωντα δίκης προπάροιθεν ἑλοῦσα
- τοῖον Ἀλεξάνδρῳ μυθήσατο μῦθον Ἀθήνη·
- δεῦρο, τέκος Πριάμοιο, Διὸς παράκοιτιν ἐάσας
- καὶ θαλάμων βασίλειαν ἀτιμήσας Ἀφροδίτην