The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- δεῦρο θεμιστεύσειας ἐπουρανίῃσι δικάζων·
- δεῦρο διακρίνων προφερέστερον εἶδος ὀπωπῆς
- φαιδροτέρῃ τόδε μῆλον, ἐπήρατον ἔρνος, ὀπάσσαις.
- τοῖον ἀνηΰτησεν· ὁ δʼ ἤπιον ὄμμα τανύσσας
- ἦκα διακρίνειν πειρήσατο κάλλος ἑκάστης.
- δέρκετο μὲν γλαυκῶν βλεφάρων σέλας, ἔδρακε δειρὴν
- χρυσῷ δαιδαλέην, ἐφράσσατο κόσμον ἑκάστης
- καὶ πιέρνης μετόπισθε καὶ αὐτῶν ἴχνια ταρσῶν.
- χειρῶν μειδιόωντα δίκης προπάροιθεν ἑλοῦσα
- τοῖον Ἀλεξάνδρῳ μυθήσατο μῦθον Ἀθήνη·
- δεῦρο, τέκος Πριάμοιο, Διὸς παράκοιτιν ἐάσας
- καὶ θαλάμων βασίλειαν ἀτιμήσας Ἀφροδίτην
- ἠνορέης ἐπίκουρον ἐπαινήσειας Ἀθήνην.
- φασί σε κοιρανέειν καὶ Τρώιον ἄστυ φυλάσσειν·