The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἔνθεν ἔχων σύριγγα κατʼ ἤθεα καλὰ νομήων
  2. Πανὶ καὶ Ἑρμάωνι φίλην ἀνεβάλλετο μολπήν·
  3. οὐ κύνες ὠρύοντο καὶ οὐ μυκήσατο ταῦρος,
  4. μούνη δʼ ἠνεμόεσσα, βοῆς ἀδίδακτος ἐοῦσα,
  5. Ἰδαίων ὀρέων ἀντίθροος ἴαχεν Ἠχώ.
  6. ταῦροι δὲ χλοερῆς κεκορηότες ὑψόθι ποίης,
  7. κεκλιμένοι βαρύγουνον ἐπʼ ἰσχίον εὐνάζοντο.
  8. ὣς ὁ μὲν ὑψορόφοιο φυτῶν ὑπένερθε καλύπτρης
  9. τηλόθεν Ἑρμάωνα διάκτορον εἶδε λιγαίνων.
  10. δειμαίνων δʼ ἀνόρουσε, θεῶν δʼ ἀλέεινεν ὀπωπήν·
  11. καὶ χορὸν εὐκελάδων δονάκων ἐπὶ φηγὸν ἐρείσας
  12. μήπω πολλὰ καμοῦσαν ἑὴν ἀνέκοπτεν ἀοιδήν.
  13. τοῖα δὲ δειμαίνοντα θέσκελος Ἑρμῆς·
  14. γαῦλον ἀπορρίψας καὶ πώεα καλὰ μεθήσας