De Incredibilibus (excerpta Vaticana)

Anonymi Paradoxographi

Anonymi Paradoxographi. Mythographi Graeci. Vol. 3, fasc. 2.Festa, Nicola, editor. Leipzig: Teubner, 1902.

Μέγα δ᾿ ἔβραχε φήγινος ἄξων βριθοσύνῃ. καὶ πῶς βαρύτητος αἴτιον τὸ ἀβαρές ; φασὶν οὖν ὅτι ὁποῖον ἂν ᾖ τὸ μετέχον, τοιοῦτον ἀνάγκη φαίνεσθαι καὶ τὸ μετεχόμενον. ἑνὸς γὰρ ὄντος τοῦ μετεχομένου θεοῦ, ψυχὴ μὲν ἄλλως, νοῦς δὲ ἄλλως, φαντασία ἄλλως καὶ αἴσθησις ἄλλως μετέχει, ἡ μὲν ἀνειλιγμένως, ὁ δὲ ἀμερίστως, ἡ δὲ μορφωτικῶς, ἡ δὲ παθητικῶς. καὶ ἔστι τὸ μετεχόμενον μονοειδὲς μὲν κατὰ τὴν ὕπαρξιν, πολυειδὲς δὲ κατὰ μέθεξιν, ἄλλοτε ἀλλοῖον διὰ τὴν αὐτῶν ἀσθένειαν τοῖς μετέχουσι φανταζόμενον, καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ βάρους τὸ ἀβαρὲς αἴτιον φαίνεται.

Ὅτι Σόλων μετὰ τὴν τοῦ Κροίσου ἐρώτησιν ἐν Κιλικίᾳ γεγονὼς Σόλους πόλιν ᾤκισεν, ἐν ᾗ καί τινας τῶν Ἀθηναίων κατῴκισεν, οἳ χρόνῳ βαρβαρωθέντες ἐλέγοντο σολοικίζειν, ἀφ᾿ οὗ καὶ σολοικισμός.

Ὅτι Σόλων ὁ Σαλαμίνιος πρῶτον Ἀθηναίοις τὴν σεισάχθειαν εἰσηγήσατο. τὸ δὲ ἦν λύτρωσις σωμάτων · καὶ γὰρ ἐπὶ σώμασιν ἐδανείζοντο καὶ ἀποροῦντες ἐθήτευον.