De Incredibilibus (excerpta Vaticana)

Anonymi Paradoxographi

Anonymi Paradoxographi. Mythographi Graeci. Vol. 3, fasc. 2.Festa, Nicola, editor. Leipzig: Teubner, 1902.

Συμβάλλουσι δέ τινες Ὅμηρον σειρὰν λέγειν τὰς ἡμέρας καὶ τὰς ἡλίου ἀκτῖνας.

Τὸ δὲ καὶ τὸν Κρόνον ὑπὸ Διὸς δεθῆναι οὐκ ἀληθές, ἀλλὰ φέρεται ὁ Κρόνος τὴν ἔξω φορὰν πολὺ ἀφ᾿ ἡμῶν, ἡ δὲ κίνησις νωθὴς καὶ οὐ ῥᾳδία τοῖς ἀνθρώποις φαίνεσθαι · διὸ ἑστάναι αὐτόν φασί πως πεπεδημένον. τὸ δὲ βάθος τοῦ πολλοῦ ἀέρος Τάρταρος λέγεται.

Τί τὸ ἀκατάπαυστον πῦρ ὃ ἀνή‹στρα›πτεν ἀπὸ τῶν ὅπλων τοῦ Διομήδους; ἐπεὶ φωσφόρος παραδίδοται ἡ Ἀθηνᾶ καὶ χορηγός ἐστι νοῦ καὶ φρονήσεως ἀληθοῦς, ἀνῆψε τῇ Διομήδους ψυχῇ φῶς καὶ τὴν ἀχλὺν ἀφείλατο, ἤγουν τὴν ἀγνωσίαν, ἧς παρούσης οὐχ ὁρᾷ ψυχή. λέγεται γάρ·

ἀχλὺν δ᾿ αὖ τοι ἀπ᾿ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν · καὶ τοῦτο ἂν νοηθείη τὸ πῦρ καὶ ἡ παρασχοῦσα αὐτῷ Ἀθηνᾶ.

Οὕτω Πρόκλος.