Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
Μουσάων Ἑλικωνιάδων.1) Μούσας τὰς λογικὰς τέχνας φησί. χορεύειν δὲ περὶ τὸν Ἑλικῶνα, ἤτοι τὴν βάσιν τοῦ ἐγκεφάλου. φασὶ γὰρ καὶ τὸ ὀστοῦν, ἐν ᾧ ἱδρύεται ὁ ἐγκέφαλος, τοιοῦτον εἶναι ἑλικοειδές· ἢ χορεύειν φησί, τουτέστι ἐγκεῖσθαι ταύτας περὶ τὸν ἐγκέφαλον, ὅτι εἰ μή τις ἀεὶ στρέφοιτο ἐπὶ τῆς τέχνης, ἣν ἐξηγήσατο, οὔποτʼ ἂν ἐν ἕξει ταύτῃ γενήσεται. καὶ λουθεῖσαι τῇ ἰοειδέϊ πηγῇ, ἤγουν τῷ ἐπιπόνῳ ἱδρῶτι (διὰ γὰρ ἱδρῶτος αἱ τέχναι κρατοῦνται), χορεύουσι καὶ συστρέφονται περὶ τὸν ἐγκέφαλον, ἔνθα. ἤγουν ἀπὸ τοῦ ἐγκεφάλου, προέρχονται2) κεκαλυμμέναι σκότῳ πολλῷ (ἀόρατοι γὰρ αἱ τέχναι κρατοῦνται). χορεύουσι δὲ συστρέφοντες περὶ τὸν ἐγκέφαλον, ἤγουν ἀπὸ τοῦ ἐγκεφάλου πατρός εἰσι, κατὰ τὴν νύκτα πορεύονται, ἤγουν ἀσωμάτως καὶ μὴ ὁρώμεναι πρός τινος.
ἢ νύχιαι πορεύονται, ἐπειδὴ ὁ νοῦς μᾶλλον κατὰ τὴν νύκτα συνάγεται καὶ γίνεται καθʼ ἑαυτὸν καὶ ταύτας προβάλλεται. αὗται δὲ περὶ τὸν ἑαυτῶν πατέρα διηνεκῶς στρέφονται, ἤγουν μένουσι περὶ τὸν ἐγκέφαλον καὶ φωνὴν πέμπουσι θαυμαστήν, περί3) τε αἰθέρος φάσκουσαι, ὃν Δία φησί, καὶ περὶ ἀέρος ἀργοῦ, ἤτοι λευκοῦ, τοῦ ἐμβαίνοντος χρυσοῖς ὑποδήμασι, τουτέστι τοῦ συγγινομένου τῷ αἰθέρι (ὁ γὰρ αἰθὴρ λαμπρός ἐστι καὶ πυρώδης), καὶ περὶ ἡλίου καὶ σελήνης καὶ ὕδατος καὶ θέμιδός τε, ἤγουν τοῦ νοῦ, παντὸς κόσμου θέσεως καὶ διαθέσεως, καὶ περὶ ἀστέρων· περὶ Λητοῦς, ἤτοι σκότους, περὶ Ἰαπετοῦ [*](1. Μουσάων — ὅπου ἂν ἐθέ- 2. προέρχονται F προερχόμεναι λοιμεν πορεύεσθαι f. Par. Statt codd. dessen Schol. 1—24 Trinc. 3. παρά τε Cas.)