Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
23. ἄρνας ποιμαίνονθ’. αἵ τινές ποτε, δηλονότι αἱ τέχναι, ἐδίδαξαν τὸν Ἡσίοδον καὶ ἐσόφισαν ἄρνας ποιμαίνοντα, ἤγουν πρῶτον μὲν ταῖς ἀλόγοις ἐπιθυμίαις ἑπόμενον, ὕστερον δὲ ἀσχολεύσαντα ἀπὸ πάντων καὶ οἱουεὶ μύσαντα καὶ ἀναισθήσαντα πρὸς πᾶσαν αἴσθησιν. ἄρνας δὲ λέγει τοὺς ἀλόγους ἐπιθυμίας, Ἑλικῶνα δὲ τὸν ἐγκέφαλον, ἑπόμενον οὖν ταῖς ἀλόγοις ἐπιθυμίαις ὑποκάτω τοῦ νοός. ὁ μὲν νοῦς πάντων ὑπερανέστηκεν, ὅθεν καί, ὃν μέγαν μέλλομεν εἰπεῖν, κορυφαῖον καλοῦμεν διὰ τὸ τοῦ σώματος ὅλου ὑπερανεστηκέναι τὸν νοῦν. ὁ δὲ ποιμαίνων ἀφίησι τὰ ποιμαινόμενα, ὅπου ἄν ἐθέλοιεν πορεύεσθαι.