Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

270. Φόρκυνι δʼ οὖ Κητώ. ἡ Κητῶ δὲ συνελθοῦσα τῷ Φόρκυνι ἐγέννησε τὰς Γραίας, δηλονότι τοὺς ἀφρούς. τοῦτο δὲ εἶπε διὰ τὸ μὴ πάντοτε πλησίον τῆς γῆς, ἀλλὰ καὶ ἐν τοῖς βάθεσι γίγνεσθαι τοὺς ἀφρούς. καλλιπαρήους διὰ τὸ λευκὸν εἶπεν. ἐκ γενετῆς πολιάς· ἅμα γὰρ τῇ γεννήσει λευκαίνονται. ἐπίθετα καὶ7 ) τὰ ὀνόματα τοῖς ἀφροῖς· Πεφρηδώ καὶ Πεφρηδώ μὲν λέγεται ἡ διὰ τοῦ γινομένου [*](1. Κυμὼ — κύματα f. Par. Γλαυ- 6. καὶ f. Par. κονόμη τε Vat. Cas. 7. καὶ τὰ ὀνόματα Par. ὀνόματα) [*](2. ναίει Cas. Vat. Cas. καὶ τοῖς ἀφροῖς Vat. ) [*](3. αὐτῷ Vat. ἑαυτῷ Cas. Cas. ῥητῷν ἀφρῶν Par. [Πεφρη-) [*](4. εἰς τὰς θέμιστας f. Par. δώ] F. ἡ διὰ — ναῦται εὐφραί-) [*](5. μιγεῖσα f. Par. δηλονότι τῇ νονται Par. διὰ τὸ γινομένου τοῦ Ἠλέκτρᾳ Vat. Cas. τῇ τοῦ ἡλίου ἀφροῦ εὐδίᾳ τοὺς ναύτας εὐφραί- Par. τοῦ ἡλίου Vat. Cas. νεσθαι Vat. Cas.)

389
ἀφροῦ εὐδία, ᾗ οἱ ναῦται εὐφραίνονται, τοῦ π πλεονάζοντος, Ἐνυὼ διὰ τὸ μάχιμον τούτου, πολλάκις 1) γὰρ γίνεται αἴτιος καταιγίδων. ἐγέννησε καὶ τὰς Γοργόνας πέραν τοῦ κλειτοῦ Ὠκεανοῦ, ἤγουν τοῦ ὕδατος. Γοργόνας δὲ τὰς ἀναθυμιάσεις φησίν, ἴσως διὰ τὸ γοργὸν τούτων. ἐσχατιῇ πρὸς νυκτός, ἤγουν αὐγαζούσης ἡμέρας. τὸ ἔσχατον γὰρ τῆς νυκτὸς ἡ αὐγή ἐστιν, ὅπου ἐν τῷ ἐσχάτῳ τῆς νυκτός εἰσιν αἰ Ἑσπερίδες, ἤγουν αἱ τῆς νυκτὸς ὧραι, ὡς προέφημεν. αἱ λιγύρω νοι. εἴωθε γὰρ κατὰ ταύτην τοὺς ἀνέμους ὀξέως πως καὶ ἠρεμαίως2 ) προσπνέειν. ἐπιτίθησι δὲ καὶ ταῖς ἀναθυμιάσεσιν ὀνόματα. καὶ3) τῶν μὲν ποταμίων ὑδάτων Σθενὼ ὀνομάζει διὰ τὸ ἰσχυρὸν καὶ θρεπτικόν, Εὐρυάλην δὲ ἀπὸ τοῦ εὐρὺ τοῦ ἁλός, Μέδουσαν τὴν τῆς γῆς ἀναθυμίασιν 4), ἧ τινι μεδόμεθα καὶ φροντίζομεν. ποία δὲ5 ) Μέδουσα; ἡ χαλεπὰ παθοῦσα διὰ τὸ μὴ πάντοτε τὰς ἐκ τῆς γῆς ἀνατελεῖσθαι ἀναθυμιάσεις, ἐπιλειψάσης6) τῆς ἐν αὐτῇ ὑγρότητος.

277. ἡ μὲν ἔην θνητή. ἤγουν οὐ πάντοτε ἡ τῆς γῆς ἀναθυμίασις γίνεται, αἱ δὲ δύο, αἱ τῶν λιμναίων ὑδάτων καὶ τῶν θαλασσίων, ἀθάνατοι πάντοτε γίνονται.7) τῇ δὲ τῆς γῆς ἀναθυμιάσει συνῆλθεν ὁ Ποσειδῶν, ἤγουν ἡ ὑδαταώδης ὑγρότης, ἐν μαλακῷ λειμῶνι. ὅτι δὲ τὴν τῆς γῆς ἀναθυμίασιν οὐκ ἄλλην ἀλλὰ τὴν Μέδουσάν8) φησιν, ἐπιφέρει τοῦτο, ὅτι οὐκ ἄλλοθεν εἴωθεν ἐπισυμβαίνειν, εἰ μὴ ἐξ9) ὑγρότητος ἐπιγινομένης τῇ γῇ ἐν ταῖς λειμῶσιν. ὁπότε δὲ ταύτης 1) τῆς Μεδούσης τὴν κεφαλήν, ἤγουν τῆς γηίνης ἀναθυμιάσεως τὴν ἐπιφάνειαν, ὁ Περσεύς, ἤγουν ὁ ἥλιος, ἀφείλετο, ἐπήδησεν ὁ Πήγασος ἵππος [*](1, γὰρ f. Par.) [*](7. ἡ τῶν λιμναίων Vat. Cas.) [*](2. ἠρέμως Par. καὶ ἡ τῆς θαλάσσης Vat. Cas.) [*](3. καὶ τῶν μὲν ποταμίων ὑδά- 8. Μεδέουσαν Cas. ἐπιφέρουσαν των codd. θρεπτικὸν τὸ τῆς θα- Cas. τοῦτο ἥτις codd. λάσσης codd. τὸ δὲ τῆς Par. Εὐ- 9 ἐξ f Par. Cas. ρυάλην δὲ F. εὐρὺ καὶ codd Με- 10. παρʼ αὐτοῦ Par. λειμῶσιν οἵ δέουσαν — Μεδέουσα Vat. Cas. τινες περὶ αὐτὰς καὶ ἐν τῷ ἀέρι) [*](4. ἀναθυμίασιν f. codd. codd.) [*](5. δὲ f. Vat. Cas 11. ταῦτα Vat. Cas. τῆς κεφα- ) [*](6. ἐπιλαμψάσης Par. λῆς Vat. Cas.)

390
καὶ ὁ Χρυσάωρ, δηλονότι οἱ ἄνεμοι καὶ αἱ ἀστραπαί. Περσεὺς δὲ ἐτυμολογεῖται παρὰ τὸ περισσῶς σεύειν καὶ ὁρμᾶν, Πήγασος δὲ παρὰ τὸ πηδᾶν. κατὰ ἀλληγορίαν δὲ1) Χρυσάωρ παρὰ τὸ χρυσῷ ἐοικέναι. καὶ ὁ μὲν ἥλιος ἀφεὶς τὴν γῆν, τὴν μητέρα τῶν μήλων, δηλονότι τῶν ἀστέρων, ἵκετο εἰς τὸν οὐρανόν· μητέρα δὲ μήλων, ἤγουν ἀστέρων, τὴν γῆν φησιν, ἐπεὶ οἱ παλαιοὶ καὶ τοὺς ἀστέρας τρέφεσθαι ἀπὸ τῶν ποταμίων ὑδάτων ἐδόξαζον. ἐπεὶ γοῦν οἱ ποταμοὶ περὶ τὴν γῆν, διὰ τοῦτο μητέρα τῶν ἀστέρων ταύτην φησί.

287. Χρυσάωρ δʼ ἔτεκε. ἄνωθεν εἰπὼν Χρυσάορα τὴν ἀστραπὴν νῦν τὴν φύσιν αὐτῆς δηλοῖ τῆς ἀστραπῆς. ἀστραπὴ γάρ ἐστι πνεῦμα, ὅπερ2 ) πυρούμενον ἐν νέφει, ῥήσσει τοῦτο καὶ ἔξεισιν. ὁ Χρυσάωρ οὖν, αὐτὴ δηλονότι ἡ φύσις τῆς ἀστραπῆς, ἐγέννησε τὸν τρικέφαλον Γηρυόνην, ἤτοι τὸν χειμῶνα, ὃν τρικέφαλον εἶπεν, ἐπειδὴ τρισὶ μησὶ περιγράφεται, ἢ ἐπειδὴ τῷ χρόνῳ τρία ταῦτα παρέπεται, ὁ ἐνεστώς, ὁ παρεληλυθαώς, καὶ ὁ μέλλων2) . μέρος δὲ καὶ οὗτος τοῦ χρόνου κατὰ τοῦτο ἄν τρικέφαλος νοηθείη, ἤγουν τὸ ἐνεστὼς ἔχων, τὸ παρεληλυθὸς καὶ τὸ μέλλον. ὅν τινα χειμῶνα Γηρυόνην φησὶ διὰ τὸ ἐν χειμῶνι βοάς τινας 4) καὶ ὄχλους ἀφίεσθαι καὶ ἤχους (γῆρυς γὰρ ἡ φωνή), ὃν Γηρυόνην, ἤγουν χειμῶνα, ἐφόνευσεν ὁ Ἡρακλῆς, ἤγουν ὁ ἥλιος, ὁ τοῦ ἀέρος ὢν κλέος ἢ τὸ ἔαρ αὐτὸ τὸ τὸν ἀέρα κλείζον. ἔκτεινε δὲ παρὰ τοῖς βουσὶ τοῖς εἰλιπόδεσσιν ἐν τῇ πάντοθεν περιρρεομένῃ Ἐρυθείῃ, ἤγουν παρʼ αὐτῇ τῆς τοῦ ἀέρος θεύσει. παρὰ τοῖς βουσίν, ἤτοι ταῖς βρονταῖς. ἐπεὶ γὰρ παρὰ ταῖς ποιηταῖς εὑρίσκεται ὁ τῆς βροντῆς ἦχος λεγόμενος μυκηθμός, παρὰ τοῦτο οὕτως νοοῖντο βόες αἱ βρονταὶ καὶ τὰ νέφη.

293. Ὄρθον τε κτείνας. ἤγουν κρατήσας ὁ ἥλιος την ἔγερσιν καὶ ἐπανάστασιν τῶν νεφῶν καὶ τὸν Εὐρυτίωνα1), [*](1. δὲ f. Vat. Cas. 4. [μέρος — μέλλον| F. ἤγουν Cas 2. πῦρ οὐράνιον Cas. ὀρήσσει — μέλλον f. Vat.) [*](5. ινας καὶ ὄχλους Par. τοὺς) [*](3. ὁ ὁ P. Par. Cas. καὶ f. Vat. Cas. ἥχους Cas.)

391
ἤτοι αὐτὴν τὴν τῶν ὑδάτων ῥεῦσιν, κτείνας. ποῦ δέ; ἐν τῷ σταθμῷ τῷ ἠερόεντι, ἤγουν ἐν τῷ οὐρανῷ, ἤτοι τῷ ἀέρι, ὃν σκοτεινὸν μὲν εἶπε διὰ τὸ φύσει εἶναι τοιοῦτον. ζοφώδη δὲ σταθμὸν διὰ τὸ μὴ μεταβαίνειν ἀπὸ τόπου εἰς τόπον, ἀλλʼ ἐν τῷ αὐτῷ ἵστασθαι.

295. ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον. αὕτη δὲ ἡ Κητώ, ἤγουν ἡ ὑγρότης2 ), περιλειφθεῖσα τῷ βάθει, ἐγέννησεν ἄλλο μέγιστον θαῦμα, μήτε θεοῖς μήτʼ ἀνθρώποις ἐοικός, τὴν Ἔχιδνάν φησιν, ἤγουν3) τὰ δένδρα, ἃ οὔτε θεοῖς ὅμοια πέφυκε (φθείρεται γάρ), οὔτε ἀνθρώποις, πλείονα γὰρ χρόνον τῶν ἀνθρώπων4 ) ἵστασθαι δύνανται ἐν τῇ γῇ. ἐγέννησε δὲ ταύτην ἡ ὑγρότης ἐν σπηλαίῳ γλαφυρῷ, ἤγουν τῷ κοιλώματι τῆς γῆς, ἥμισυ μὲν οὖσαν νύμφην, ἤτοι θρεπτικὴν καὶ νέους φαίνεσθαι ποιοῦσαν ἡμᾶς, συνεπινοουμένων τοῖς δένδρεσι τῶν καρπῶν, τὸ ἥμισυ δὲ ὄφιν διὰ τὰς τῶν ῥιζῶν ἐλίξεις. ὠμηστήν, ὠμὸν ἐσθιόμενον. οἱ γὰρ τῶν δένδρων καρποὶ ὠμοὶ ἐσθίονται.

304. ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν. αὕτη5 ʼ) δὲ ἡ Ἔχιδνα, ἤγουν αἱ ῥίζαι, τῶν δένδρων συνεπινοουμένων καὶ τῶν καρπῶν, φυλάττονται ἐν τοῖς Εἰναρίμοις, ἤγουν ἐν τῷ ἐαρινῷ καιρῷ.

306. τῇ δὲ Τυφάονα. ἐντεῦθεν οὐκέτι περὶ ὧν ἔλεγε διεξέρχεται, ἀλλὰ περὶ τὰ καθʼ ἡμᾶς διατρίβη, καί φησιν, ὅτι τῇ Ἐχίδνῃ, ἤγουν τῇ τῶν καρπῶν ἀφθόνῳ ἀπολαύσει, συνελθὼν ὁ Τυφών, ἤτοι ἡ θερμότης τοῦ ἔρωτος 6), ἡ ἐν ἡμῖν οὖσα, (ἐτυμολογουμένου τοῦ ὀνόματος ἀπὸ τοῦ τύφω τὸ καίω), ἐγέννησε7 ) πρῶτον μὲν τὸν Ὄρθον, ἤγουν αὐτὴν τὴν κίνησιν τὴν εἰς τὰ πάθη, ὃν ὁ σοφώτατος Ὅμηρος ὀρόθυνσιν λέγει, μετὰ ταῦτα γεννᾷ καὶ τὸν Κέρβερον, ἤτοι τὴν κάκωσιν καὶ τὸ βάρος τοῦ κέαρος, ἤγουν τῆς ψυχῆς. Ἀίδεω κύνα. παρὰ τὸ σκότον [*](1. γουν Cas. δὲ που codd. ταύτην Cas.) [*](2. περιλειφθεῖσα τῷ βάθει F. 5. αὕτη — τῇ δὲ Τυφάονα f. παραλειφθέντος τοῦ βάθους Vat. Par. εἰν Ἀρίμοις Vat. Cas. Cas. περιλειφθέντος τ. β. Par. 6. ἡ f. Vat. Cas.) [*](3. ἤγουν τὴν Cas. 7. ἐγέννησε |δὲ Vat. Cas. τὸν) [*](4. ἱδρύνεται Vat Cas. ἐγέννησε f Par.)

392
ἐμποιεῖν τῇ ψυχῇ. πεντηκοντακέφαλον. πολλὰς γὰρ ἀρχὰς κέκτηται.

313. τὸ τρίτον Ὕδρην. μετὰ ταῦτα τὴν ὕδραν ἐγέννησεν, αὐτὸν δηλαδὴ τὸν ὑδαρὸν καὶ ἔκλυτον βίον τὸν κακὰ ποιοῦντα, ὃν ἐξεθρέψατο1) ἡ Ἥρα, ἤτοι ὁ ἔρως ὁ ἀεὶ μαχόμενος τοῖς ἐρῶσι κλέους βροτοῖς. ἀντίκειται γὰρ ὁ σεμνὸς βίος τῷ ὑδαρῷ καὶ ἐκλύτῳ. αὐτὴν2) μέν, τοῦτον τὸν ἔκλυτον βίον, ἔκτεινεν, ἤγουν ἐνίκησεν ὁ Ἡρακλῆς, ὁ σεμνὸς δηλαδὴ καὶ κλέους ἐρῶν ἄνθρωπος, ὁ υἱὸς τοῦ Διός, ὁ κουφιζόμενος τῷ Διί3), ἤτοι τῷ νιΐ. ἐνίκησε δὲ ταύτην σὺν τῷ Ἰολάῳ, ἤγουν σὺν ἰότητι καὶ4) βουλῇ, βουλαῖς τῆς Ἀθηνᾶς (ἤγουν τῆς φρονήσεως), συμβαίνει γὰρ5) πολλάκις τινὰς τῶν καταπεσόντων ἀνίστασθαι καὶ μὴ ἀεὶ νικᾶσθαι ὑπὸ τῆς ῥᾳθυμίας.

319. ἣ δὲ Χίμαιραν ἔτεκεν. ἐγέννησε δὲ καὶ τὴν Χίμαιραν6), αὐτὴν δηλαδὴ τὴν ἀναίδειαν, τὴν πῦρ πνέουσαν (ἡ γὰρ ἀναίδεια πυρὸς δραστικωτέρα ἐστίν), ἧς χιμαίρας, ἤγουν ἀναιδείας τρεῖς ἦσαν κεφαλαί, μία δράκοντος, μία λέοντος, ἑτέρα χιμαίρας. διὰ τοῦ εἰπεῖν τρεῖς εἶναι κεφαλὰς7) αὐτῆς ἐδήλωσε τὴν παμμιγῆ πολυπλήθειαν τῶν κακῶν, τὴν ἐπισυμβαίνουσαν τῷ βίῳ τῷ τοιούτῳ. διὰ μὲν γὰρ τοῦ εἰπεῖν λέοντος τὸ πρὸς) ἂν βούλοιτο9) εὐκίνητον ὑποσημαίνει (τοιοῦτον γὰρ καὶ τὸ θηρίον εὐκινητότατον πέφυκε καὶ τὸ θερμὸν πρὸς τὰ πάθη, οἷον καὶ τὸ ζῶόν ἐστι, καὶ τὸ ἰσχυρὸν καὶ ἄλλα τοιαῦτα), διὰ δὲ τοῦ 10) δράκοντος εἰπεῖν τὸ μὴ δύνασθαι τὸν νενευκότα πρὸς τὰ πάθη 11) ὅλως ἀνανεύειν ποτέ, ἀλλὰ κάτω κεχηνέναι περὶ τὴν γῆν (τοιοῦτον δὲ καὶ τὸ ζῶον τοῦτό12) [*](1. ἐθρέψατο Vat. Cas. 9. ἀκίνητον Vat. Cas. ὑπεσή-) [*](2. ὐτὸν Vat. Cas. μανε Vat. Cas. ἀκινητότατον Vat.) [*](3. γουν Par. ἐνίκησε δὲ τοῦ- Cas. καὶ θερμὸν Par. καὶ ἰσχυ- τον Vat. Cas. ρὸν Par.) [*](4. βουλῇ f. Cas. 10. τὸ μὴ δύνασθαι Vat. τὸν μὴ) [*](5. πολλάκις f. Par. δύνασθαι Cas. τὸν μὴ δυνάμε-) [*](6. τὴν Vat. Cas. νον Par.) [*](7. αὐτῆς P. αὐτοῦ Vat. Cas. 11. Nach πάθη οἷον καὶ τὸ ζῶόν αὐτὴν Par. τῷ τοιούτῳ βίῳ Par. ἐστίν Vat. Cas.) [*](8. ὃ βούλοιτο Par. 12. τοῦτο f. Par.)

393
ἐστι, καὶ ἀλλʼ ἄττα διάφορα, ἃ διὰ τὴν πολυπλήθειαν τέως νῦν παρεάσομεν). προηγεῖται οὖν τούτων τὸ πρὸς τὰ πάθη θερμόν, κεφάλαιον1 ) δὲ ἡ ἀναίδεια, ἢν χίμαιραν εἶπεν, ὄπισθεν δὲ ἡ πρὸς τὰ κάτω ῥοπή. ἣν χίμαιραν, αὐτὴν δηλαδὴ τὴν ἀναίδειαν, ἀνεῖλεν ὁ Πήγασος ὁ Βελλεροφόντης, ὁ τῶν κάτω καταφρονῶν ἄνθρωπος δηλαδή, καὶ οἷον ὑπερπηδῶν. Βελλεροφόντην δέ φησι τὸν φονεύοντα τὰ κακά (βέλλερα γὰρ τὰ κακὰ λέγονται2 ) παρὰ τοῖς Ἰταλοῖς) ὑπερενίκησε γὰρ ταῦτα ὁ τοιοῦτος ἄνθρωπος ὁ3 ) οἷον ὑπερπηδῶν τὴν γῆν καὶ τὰ κακὰ ἀναιρῶν. — ἀλλʼ ἰτέον πάλιν ἐπὶ τὰ ἐξ ἀρχῆς καὶ θεωρητέον, εἴπερ καὶ ἄλλως νοοῖντο.