Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
188. μήδεα δʼ ὡς τὸ πρῶτον. οὐκ ἄλλως ἄν νοηθείη τοῦτο8) ἢ οὕτως, ὥσπερ ἐξ ἀρχῆς εἰσεκομίσθη ὁ σῖτος καὶ εἰς πλοῖα εἰσεβλήθη, οὕτως ἐφέρετο ἀνὰ τὸ [*](1. οὺς καρποὺς — θερίζουσι 6. καὶ f. Par. ἀσπίδων κέκτην- Par. τὰ ταῦτα Vat. Cas. ται codd.) [*](2. ar. δρέπανον τὸ Vat. Cas. ἔχοντα 7. περιβάλλεται — καὶ δὲ ἄγρον) [*](3. πρωὶ Cas) [*](4. ὅτι f. Par. μαιείαν Vat 8 τοῦτο f. Cas. ἐκομίσθη —) [*](5. ἐν f. Cas ἐνεβλήθη Par.)
190. ἀμφὶ δὲ λευκός. τρεφομένων τῶν ἀνθρώπων ὑπὸ τοῦ σίτου ἐξέρχεται ἀφρός, ἤγουν ἡ σπερμογόνος δύναμις, ἤτοι ὁ σπόρος τῶν ἀνδρῶν. ἀπὸ δὲ τούτου τρέφεται ἡ κόρη, ἤγουν αὐτὴ ἡ τοῦ ἔρωτος δύναμις, ἥν τινα τοῖς Κυθήροις λέγει πρῶτον 2) πελάσαι, ἔπειτα τῇ Κύπρῳ, τοῖς Κυθήροις μὲν παρὰ τὸ ἔνδον κεύθεσθαι, ἤτοι κρύπτεσθαι ἔρωτα (πρῶτον μὲν3) γὰρ ἐρᾷ τις καὶ κρύπτει τὸν τοιοῦτον ἔρωτα4) ἐν ἑαυτῷ, εἶτα καὶ τὸ ποθούμενον, εἰ δυνατόν, ἐκπληροῖ), τῇ δὲ Κύπρῳ πελάσαι φησὶ παρὰ5) τὸ ποριστικὴν εἶναι τοῦ κύειν μετὰ τὸ ἀποτελεσθῆναι. ἢ Κυθήροις παρὰ τὸ κύω, τὸ γεννῶ.
194. ἀμφὶ δὲ ποίη. ποὺς λέγεται τὸ τελευταῖον μέρος τοῦ σώματος, οὐκ ἄλλοθεν ἐτυμολογούμενον ἢ παρὰ τὸ παύσω, εἰς ὃ μέρος6) ἀναπαύεται καὶ καταλήγει τὸ σῶμα. ὥσπερ γοῦν παντὸς τοῦ σώματος τέλος ὁ πούς, οὕτω καὶ πάσης φιλότητος τέλος7) ἡ συνουσία. ἐν τῷ τέλει οὖν καὶ τῇ ἐκπληρώσει τῆς συνουσίας μάρανσις γίνεται καὶ ἀπομαραίνεται τὸ τοιοῦτον, ὥσπερ καὶ ἡ βοτάνη.
200. φιλομηδέα. κατὰ μὲν τὸ μυθικὸν οὕτως ἐτυμολογεῖ ὁ ποιητής, καὶ οὐ χρεία καὶ ἡμᾶς ἐτυμολογεῖν τοῦτο. κατὰ δὲ τὴν ἀλληγορίαν οὕτως ἂν ἐτυμολογηθείη. δέον γὰρ ἐν μήδεσιν, ἤγουν ἐν βουλαῖς γίνεσθαι τὰ τοιαῦτα, ἤγουν μετὰ σκέψεως καὶ ἐξετάσεως, ἢ ὅτι φιλοῦσιν, ἤγουν εἰώθασιν οἱ ἄνθρωποι βουλευόμενοι [*](1. γὰρ Vat. Cas. ἐτίθει — του- 5. πρὸς Par. εἶναι f. Par. ποριτέστι f. Par. στικὸν Vat. Cas. μετὰ τοῦ Par.) [*](2. πρῶτον περᾶσαι ἢ πελ. Vat. Κυθήρας Vat. Cas. Cas. πελάσαι, ὅπερ ἐστίν, οἴομαι, 6. ἀναπαύεται — παντὸς τοῦ ἀληθές Vat. Cas.) [*](3. γὰρ f. Par.) [*](4. δῶ Par.) [*](7. τῆς φιλίας Vat. Cas.)
201. τῇ δʼ Ἔρος ὡμάρτησε. ταύτῃ τῇ τεκνογόνῳ1) δυνάμει συνεκολούθησεν ὁ Ἔρως καὶ ὁ Ἵμερος. διαφέρει δὲ ἵμερος καὶ ἔρως. ἔρως μὲν γὰρ ὁ διὰ τῆς ὁράσεως μόνης2 ) γινόμενος πόθος, ἵμερος δὲ ἡ μετὰ τὴν ὅρασιν χρῆσις, καὶ τὸ τοῦ ὁραθέντος ἐπαπολαῦσαι.
203. ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν. τοῦτο δὲ ἔλαβεν ἐξ ἀρχῆς· τὰς συνουσίας τῶν παρθένων, τοὺς3) γέλωτας, τὰς ἀπάτας, τὴν τέρψιν, τὴν μειλιχίην. δεῖ γὰρ τὸν ἐρῶντα καὶ πρᾶον εἶναι.
206. τοὺς δὲ πατήρ. πάλιν πρὸς τὸ ἐξ ἀρχῆς4) ἀνατρέχει καί φησιν, ὅτι τοὺς Κύκλωπας ἐκείνους, τὸν Κόττον, τὸν Βριάρεων καὶ τὸν Γύγην, ἤγουν τοὺς ἀνέμους ἐκάλεσε Τιτᾶνας παρὰ τὸ εἰς πάντα τὰ μέρη τῆς οἰκουμένης τετάσθαι.
211. Νὺξ δʼ ἔτεκε. ὅσα μὲν φυσικῶς ἐθεωρεῖτο καὶ πρὸς τοῦτο συνέτεινε, κατʼ ἀρχὰς εἶπε. νῦν δὲ πρὸς τὰ καθʼ ἡμᾶς ἔρχεται καί φησιν, ὅτι ἡ Νὺξ ἐγέννησε τὸν Μόρον, τὴν Κῆρα, τὸν Θάνατον. ἐπεὶ γὰρ ἀφανῆ καὶ ἄδηλα τὰ πεπρωμένα πᾶσίν εἰσι, διὰ τοῦτο εἶπεν, ὅτι ἡ Νὺξ ἐγέννησε ταῦτα. ὅτι δὲ Μόρον οὐχ ἁπλῶς τὸν θάνατον δηλοῖ, ἀλλὰ τὸ μεμορμένον καὶ πεπρωμένον, ἄκουσον Ὁμήρου· δέδοικα μὴ ὑπὲρ μόρον Ἀίδος εἴσω βήσομαι, μόρου νοουμένου τοῦ πεπρωμένου καὶ εἱμαρμένου. ἐγέννησε δὲ ἡ Νὺξ καὶ Κῆρα (ἀοράτως γὰρ αἱ κακώσεις πᾶσιν ἐπέρχοντᾳι) καὶ τὸν Θάνατον (καὶ τοῦτο δὲ οὕτως νοεῖται), καὶ τὸν Ὕπνον καὶ τοὺς Ὀνείρους, οὔτινι εὐνηθεῖσα. ἡ νὺξ γὰρ ὕπνῳ καὶ τοῖς ὀνείρασιν ἀφώρισται 5). φῦλον δὲ ὀνείρων εἶπεν, ἐπεὶ ) οὐχ ἓν εἶδος ὀνείρων ἐστίν, ἀλλὰ διάφορα, διόπερ καὶ Ὅμηρος δύο πύλας ὀνείρων φησὶ κερατίνην καὶ ἐλεφαντίνην, διὰ μὲν τῆς κερατίνης τοὺς ἀληθεῖς φάσκων ἐξέρχεσθαι (ἁπὸ τοῦ κραίνω [*](1. ἐγγόνῳ Par. 4. ἐξαρχῆθεν Par.) [*](2. μόνον Vat. Cas. μετὰ ὅρασιν 5. ἀφωρίζεται Cas.) [*](6. ἤγουν Cas. ὀνείρων φησὶ f.) [*](3. τοὺς ἔρωτας Vat. Cas. Par.)
214. δεύτερον οὖ Μῶμον. πάλιν δὲ ἐγέννησε τὸν Μῶμον καὶ τὴν κακοπάθειαν· ἀφανῶς γὰρ καὶ οἱ μῶμοι καὶ αἱ καταλαλιαὶ καὶ αἱ κακοπάθειαι πᾶσιν ἐπέρχονται.