Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

138. δεινότατος παίδων. μόνος γὰρ οὗτος οὐχ ὑποπίπτει τῷ χρόνῳ, τῶν ἄλλων φθειρομένων καὶ εἰς τὰ [*](1. ἡ ὁδὸς ἡ λεία Vat. Cas ἦς 6. ὑπὲρ f. Par. διὰ τοῦ — διὰ — οὐκ ἔστιν f. Par. τῆς Vat. Cas.) [*](7. διὰ δὲ τῆς Ῥέας τὴν ῥεῦσιν) [*](2. τοὺς ποταμοὺς Par F. f. codd. τούτου Par.) [*](3. ὸ κατερχόμενον Par. 8. μετὰ τούτων ἐγένετο Par. ἄλλα γάρ τι at. κάρ ἐστιν Par.) [*](4. τούτων τῶν Par.) [*](5. διὰ τὸ Κοῖον Par. 9. σύνεστι Par)

379
ἀφʼ ὧν συνέστηκε1), διαλυομένων, καὶ τούτῳ ὑποπιπτόντων. ἐμίσησε δὲ ὁ ἥλιος καὶ τὸν ἑαυτοῦ πατέρα χρόνον. πάλιν δὲ ἐγέννησε τοὺς Κύκλωπας, δηλονότι τὰς βροντάς, τὰς ἀστραπὰς καὶ τοὺς κεραυνούς, οἵ τινες καὶ τῇ θείᾳ προνοίᾳ2 ) ταῦτα παρέχουσιν, οἳ Κύκλωπες, ἤγουν αἱ3 ) βρονταί, αἱ ἀστραπαί, καὶ οἱ κεραυνοὶ τὰ μὲν ἄλλα ὅμοιοι τοῖς θεοῖς, ἤγουν τοῖς ἄλλοις στοιχείοις ὑπῆρχον, κατὰ τοῦτο δὲ μόνον διέφερον, ἐπειδὴ κατὰ μέσον τοῦ μετώπου εἶχον τὸν ὀφθαλμόν, ἐπειδὴ κατὰ τὸ μέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἤγουν4) τοῦ ἀέρος εἶχον τὴν ἐπιφάνειαν. ἄλλοι δὲ τοῦ. οὐρανοῦ καὶ τῆς γῆς ἐγένοντο τρεῖς μεγάλοι παῖδες, λέγω5 ) δὲ τοὺς ἀνέμους Ζέφυρον, Βορρᾶν καὶ Νότον. ἐτυμολογεῖ δὲ διὰ τῶν ὀνομάτων τὰς τῶν ἀνέμων δυνάμεις, διὰ μὲν τοῦ Κόττου6 ) τὸ ὀργίλον τούτου καὶ δριμύ τε καὶ ἀπειλητικόν, διὰ δὲ7) τοῦ Βριάρεω τὸ ἰσχυρὸν καὶ σφοδρόν, διὰ δὲ τοῦ Γύγου τὸ ἀπὸ τῆς γῆς γεννᾶσθαι, γύων τῶν πλέθρων τῆς γῆς νοουμένων. τούτων τῶν ἀνέμων8) ἑκατὸν ἦσαν χεῖρες. διὰ τούτου δείκνυσι τὸ ἰσχυρὸν καὶ πρὸς πάντα σύντομον τῶν ἀνέμων. τὸ δὲ ν κεφαλὰς πρὸς τὸ ρ χεῖρας νοεῖται. ἐπειδὴ γὰρ ρ ἦσαν χεῖρες, ἀνάγκη καὶ πεντήκοντα εἶναι κεφαλάς.

154. ὅσοι γὰρ γαίης τε. ὅσα γάρ φησιν ἀνεβλάστανον9) ἀπὸ τῆς γῆς, τῷ ἑαυτῶν πατρὶ μισητῶς διετίθεντο. πατέρα δὲ τὸν οὐρανὸν τὰ ἀπὸ τῆς γῆς βλαστάνοντα κέκτηνται.

155. δεινότατον τῶν παίδων. τοῦτο εἶπεν, ἐπειδὴ μετὰ τὸ τὰ τῇδε πάντα πραχθῆναι ἄχρι καὶ τὰ νῦν σπειρόμενα σπέρματα ἀναδίδονται καὶ ἐξέρχονται τῶν λαγόνων [*](1. συνεστήκεσαν Cas. πατέρα f. 6. Κόττος Vat. Cas. ἀπειρητι- Par. καὶ τούτων codd. κὸν Par. δὲ — Βριάρεω τὸ f. Par) [*](2. τῇ προνοία τῇ θείᾳ Cas. τῇ Γύγης Vat. Cas. τὸ ἄτοπον Par. γαίᾳ προνοίᾳ Vat.) [*](8. ἤγουν τῶν Vat. χεῖρες f. Cas.) [*](3. αἱ — αἱ — καὶ αἱ f, Vat. πάντας Vat. Cas. πρὸς τὰς ρ Vat Cas. ἐπειδὴ μέσον codd. Cas.) [*](9. ἀνεβλάστησαν Cas. ἄχρι μαὶ) [*](4. ἢ τοῦ Par. τοῦ νῦν σπειρόμενα τὰ καὶ ὅσα) [*](5. λέγει Vat. Cas. βορέαν Par. ἐξ codd.)

380
τῆς γῆς, ἤγουν οἱ ἀμετάτροποι1) (ὧν τὴν φύσιν οὐδεὶς μετατρέψαι ἰσχύει), μισητῶς διέκειντο τῷ πατρὶ τῷ ἑαυτῶν ἐξ ἀρχῆς, ἤγουν πρὸ τῆς τοῦ ἡλίου παραγωγῆς, πρὸ τῆς τῶν τῇδε2) πάντων διακοσμήσεως, διὰ τὸ ἅμα τῇ τῶν φυομένων βλαστήσει πάλιν αὐτὸ ἀποκρύπτεσθαι. τῶν ἀτμίδων δὲ τῶν τῆς θαλάσσης εἰς τὸν οὐρανὸν ἀναγομένων καὶ πάλιν ἀτάκτως3 ) κατὰ τῆς γῆς φερομένων διὰ τὸ μήπω τὸν ἥλιον παραχθῆναι, πᾶν τὸ φυόμενον ἀπὸ τῆς γῆς διεφθείρετο.

159. ἡ δʼ ἐντὸς στοναχίζετο. ἡ δὲ γῆ, φησί, ποτὲ μὲν πολλὰ ἀναφιεῖσα4), ποτὲ δὲ ὑδατώδη πλημμύραν ἐν ἑαυτῇ δεχομένη, ἐστοναχίζετο καὶ ἐστενοχωρεῖτο. ἐμηχανήσατο δὲ δολίαν, ἤγουν συνετὴν τέχνην. κατασκευάσασα γὰρ ἀπὸ ἀδάμαντος, ἤτοι σιδήρου, δρεπάνην εἶπε τοῖς φίλοις πᾶσι παισίʼ τιμωρησώμεθα τὸν ὑμῶν πατέρα. πάντων δὲ πρὸς τοὖργον δειλανδρησάντων ), ὁ Κρόνος μόνος ἐθάρρησε τοῦτο ποιῆσαι. καλῶς δὲ τοῦτο εἶπε. πάντα γὰρ τὰ ἐκ τῆς γῆς προερχόμενα μητέρα κέκτηνται ταύτην. τινῶν δὲ τούτων μὴ δυνηθέντων στῆσαι τὴν τῶν ὑδάτων ἄτακτον6) φορὰν μηδὲ καλῶς μετέρχεσθαι τὰ τῆς γῆς. μόνος ὁ Κρόνος δηλονότι ὁ ἀρχαιότατος τῶν ἀνθρώπων τοῦτο ἐδυνήθη7), θαρρήσαντες δὲ μετήεσαν μὲν τὰ τῆς γῆς, τοῦ δὲ οὐρανοῦ οὐδὲ ὀλίγον ἐφρόντιζον.

171. ἐπεὶ πατρός γε δυσω νύμου. καλῶς καὶ τοῦτο προσέθηκε. καὶ γὰρ ὁ ἄνθρωπος οὐδένα λόγον κέκτηται τοῦ οὐρανοῦ. οὔτε γὰρ γεννώμενος ) ἐξ αὐτοῦ τὴν ὑπόστασιν ἔχει, οὔτ’ ἂν ἀναλυόμενος εἰς αὐτὸν ἀναλύεται. διὰ τοῦτο εἶπεν, ὅτι οὐ φροντίζω τοῦ οὐρανοῦ.

173. γήθησεν δὲ. ἐπὶ πάσης διαχύσεως εἰώθασιν οἱ ποιηταὶ τοῦτο τιθέναι, ὡς καὶ Ὅνγρος· πᾶσα δὲ γήθησε πέρι χθών.

[*](1. ἀμετάτρεπτοι Par. μισητῶς λοις πᾶσι παισὶ f. Cas. δὲ codd. τῷ ἑαυτῶν f. Par. 5. δειλησάντων Cas.)[*](2. τῶνδε Par. 6. ἄστατον Par.)[*](3. ἀτάκτως f. Par. 7. τοῦτο ἐδυνήθη — δὲ F. f.)[*](4. ναφύουσα Par. ἑαυτῆς Vat. codd. ἐν ἑαυτῇ Par. ἐστοναχίζετο — φί- 8. γενόμενος Par. τὴν f. Cas.)
381

174. εἷσε δέ μιν κρύψασα λόχῳ. ὥσπερ οἱ λοχῶντες καθήμενοι ἐνεδρεύουσι καὶ κρύπτονται, οὕτως οἱ θερίζοντες οἱονεί τινι λόχῳ προσκαθήμενοι, τὰς στάχυας 1) ἐκθερίζουσιν. ἐδίδαξεν οὖν, φησί, τοὺς ἀνθρώπους ἡ γῆ, πῶς δεῖ ταῦτα μετέρχεσθαι. δέδωκε δὲ αὐτοῖς καὶ δρέπανον) κεχαραγμένους ὀδόντας ἔχον καὶ ὑπέθετο τούτοις πάντα τὰ τεχνάσματα. τὸ δὲ λοιπὸν μυθικόν ἐστι.

178. ὁ δʼ ἐκ λοχεοῖο. καὶ γὰρ οἱ θερίζοντες τῇ λαιᾷ τῶν ἀσταχύων ἐπιλαμβανόμενοι τῇ δεξιᾷ ἀποδρεπανίζουσιν. ἀπέκοψε δὲ τὰ αἰδοῖα τοῦ οὐρανοῦ, ἤγουν τὴν ἄτακτον ἐκείνην τῶν ὑδάτων φοράν.

181. πάλιν δʼ ἔρριψε φέρεσθαι. καὶ γὰρ οἱ γεωργοὶ ἀπὸ τῶν πρώην3 ) γεωργηθέντων ἐπιρριπτοῦντες ἐπὶ τὴν γῆν πάλιν εἰσκομίζονται τοὺς καρπούς· διὰ τοῦτο εἶπεν, ὅτι4) οὐκ ἔφυγον μάτην ἀπὸ τῆς χειρὸς αὐτοῦ. ὅσαι γὰρ κόκκων. καταβολαὶ καταβληθεῖσαι ἐπὶ τὴν γῆν αἱματόεσσαι, ἤγουν αἴτιαι τῆς συστάσεως τοῦ ἡμετέρου αἵματος, πάσας δέχεται ἡ γῆ. τοῦ χρόνου δὲ περιερχομένου ἐγέννησε τὰς Ἐρινῦς, ἤγουν τὰ σπέρματα παρὰ τὸ ἐν τῇ ἔρᾳ καὶ ἐν5) τῇ γῇ ναίειν. ἐγέννησε δὲ καὶ τοὺς Γίγαντας, δηλονότι τὰ δένδρα, ἅπερ ὑψηλὰ μὲν ὡς Γίγαντές εἰσι, τοὺς κλῶνάς τε κέκτηνται ἀντὶ δοράτων6 ), καὶ ἀντʼ ἀσπίδων τὰ στελέχη. ἢ Γίγαντας τὸν σῖτον, ὃς τὰς ἀνθερίκας ἀντὶ δοράτων προβάλλεται ), τὸ δὲ ἄχυρον ἀντʼ ἀσπίδος. ἐγέννησε δὲ καὶ τὰς Νύμφας τὰς ἐκ τῆς γῆς ἀναφυομένας βοτάνας. ἐτυμολογεῖται δὲ παρὰ τὸ νέας φαίνεσθαι, ἃς νύμφας μελιηδέας, ἤγουν ἐνηδόνους οἱ ἄνθρωποι κατὰ γῆν ὀνομάζουσι.