Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ἵει Φαρισαίων. ἵει Σαδδουκαίων. αἵρεσις Ἐσσηνῶν. αἵρεσις Γαλιλαίων. πότε έγένετο ἡ ἀπογραφή. πότε ὁ Καῖσαρ ἔθανε καὶ πόσα ἔτη ἐκράτησεν. ὅτι διεδέξατο Καίσαρα ὁ Τιβέριος

Περὶ Ποντίου Πιλάτου. περὶ Ἡρώδου τοῦ τετράρχου καὶ τῆς πόλεως Τιβεριάδος. περὶ τῆς τῶν Ἰουδαίων ἐνστάσεως. πότε ἐφάνη ὁ Χριστὸς ἐν Ἰουδαίᾳ καὶ οἷά φησιν ὁ Ἰώσηπος περὶ αὐτοῦ. ἔτι περὶ Χριστοῦ φησιν ὁ Ἰώσηπος.

Περὶ τῆς Ῥωμαίας Παυλίνης. ὅτι μέγα τὸ τῶν ἱππέων ἀξίωμα. περὶ τῆς πονηρίας Ἴδης. ὅπως ἡ Παυλῖνα τῷ ἐρῶντι αὐτῆς συνεγένετο, οἰομένη τοῦτον θεόν. ὅπως τὸ κατὰ τῆς Παυλίνης σκέμμα ἐξήτασε Τιβέριος καὶ ἐκόλασε τοὺς τοῦτο συνεργή- σαντας. περὶ τῆς βάρεως τῆς μετονομασθείσης ’ Αντωνίας.

Περὶ Φιλίππου, ὅτι καὶ καθ’ ὁδὸν ἔκρινε καὶ ὁ θρόνος αὐτοῦ ἐπιφερόμενος ἐτίθετο κατὰ τὸν τόπον ἔνθα καθήμενος ἠκροᾶτο. περὶ τοῦ θανάτου τοῦ βαπτιστοῦ Ἰωάννου οἷά φησιν ὁ Ἰώσηπος. περὶ τῆς τοῦ Τιβερίου τελευτῆς, ὃν διεδέξατο Γάιος.

Περὶ ’Αγρέππα, ὅπως εὐηργετήθη παρὰ [*](1) διάδημα περιέθετο] διέθετο διάδημα)

304
Ἡρωδιάδος τῆς ἀδελφῆς. διὰ τί πρέσβεσιν οὐ προσωμίλει συχνοῖς. διὰ τί τοὺς ἐν ἀρχῇ οὐ παρέλυε, καὶ περὶ τοῦ παραδείγματος τούτων.

Περὶ Ἀντωνίας, καὶ ὅπως ἐτίμα αὐτὴν 1) Τιβέριος. περὶ ὧν τις προεῖπεν ἔσεσθαι οἰωνοσκοπήσας. ὅπως τὸν Γάιον διάδοχον ἑαυτοῦ κατέλιπε Τιβέριος.

ὅτι ἀρχαῖον τὸ τοὺς ἐξορίστους ἀκειρεκόμου 2) εἶναι. ὅπως ἔλυσε τῶν δεσμῶν τὸν Ἀγρίππαν Γάιος καὶ βασιλέα ἀπέδειξεν. ὅπως κατὰ Ἡρώδου Ἀγρίππας ἐπέστειλε τῷ Γαΐῳ. ὅτι τὸ ὅπλα ἔχειν τοὺς ἄρχοντας οὐκ ἀνύποπτον.

Ὁ Γάιος μὴ ὡς θεὸς παρὰ Ἰουδαίων τιμώμενος ὠργίζετο καὶ τὸν Φίλωνα ὑπεραπολογούμενον οὐκ ἐδέχετο. ὅπως οὐ παρεχώρησαν Ἰουδαῖοι στῆναι ἀνδριάντα Γαΐου ἐν τῇ πόλει αὐτῶν. ὅτι ὁ Ἀγρίππας ἔπεισε Γάιον συγχωρῆσαι μὴ στῆναι ἐν Ἰουδαίᾳ τὸν οἰκεῖον ἀνδριάντα. ὅτι ἀνῃρέθη Γάιος καὶ Κλαύδιος αὐτὸν διεδέξατο.