Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
ὅτι χρυσῆν ἅλυσιν Γάιος τῷ Ἀγρίππᾳ ἐδωρήσατο ἀνθ’ ἧς κατεκρίθη σιδηρᾶς, ἣν καὶ ἀνέθετο Ἀγρίππας τῷ θεῷ. ὅτι ὁ ὕπαρχος ἀρχὴ ἦν παρὰ Ῥωμαίοις. ὅτι Δωρῖται ἔθνος εἰσίν. ὅτι εὐεργετικὸς ὁ Ἀγρίππας. ὅτι ὁ Στράτωνος πύργος ἐστὶν ἡ ἐν Παλαιστίνῃ Καισάρεια. περὶ τῆς ἐξ ἀργύρου στολῆς λαμπρὸν ἀποστιλβούσης. ὅπως ὁ Ἀγρίππας τέθνηκεν.
Περὶ τῆς ἐγκυμονούσης γυναικός, ἧς ἐκ τῆς κοιλίας ἔδοξε φωνὴν γενέσθαι, λέγουσαν τὴν τοῦ ἐμβρύου τύχην. ὅπως ὁ Ἰζάτης μετετέθη εἰς τὴν [*](1) αὐτὴν pro αὐτὴν ὁ 2) ἀκειρεκόμης pro ἀκειροκόμους.)
Πόλεμοι Ἀράβων πρὸς Ἰζάτην τὸ πρῶτον ἐκ προδοσίας τῶν οἰκείων, εἶτα ἧττα Ἀράβων. περὶ τοῦ γόητος Θευδᾶ. ἡ ἴλη ἱππέων σύλλογος. περὶ ἀλαβαρχίας. περὶ τῶν φευγόντων ἐκ τοῦ ἱεροῦ διὰ τὸ στενὸν τῆς ἐξόδου καταπατηθέντων καὶ θανόντων. ὅπως ἐτιμωρήθη ὁ εἰς τοὺς νόμους Μωσέως ἐνυβρίσας.
ὅτι μέγα 1) τὸ ἡγεμονεύειν Συρίας. ὅτι πυρ- φόρον ἦν τὸ Βέσβιον ὅρος. τελευτὴ Κλαυδίου.
ὅτι Νέρων Κλαύδιον διεδέξατο. οἷα καὶ νῦν οἶ ἀρχιερεῖς ποιοῦσι τοὺς οἰκείους ἀδικοῦντες κληρικούς.
Περὶ τῶν σικαρίων λῃστῶν. περὶ Ἰακώβου τοῦ ἀδελφοθέου. πόσοι ἐξ Ἀαρὼν μέχρι Φινεὲς γεγόνασι κατὰ συγγένειαν ἀρχιερεῖς.
Ὅτι Οὐεσπασιανὸς 2) ἀπεστάλη κατὰ τῆς Ἰουδαίας παρὰ Νέρωνος. περὶ τῆς πόλεως Ἰωταπάτων καὶ τοῦ Ἰωσήπου. ὅτι ὁ Νέρων ἀνεῖλεν ἑαυτὸν καὶ Γάλβας ἦρξε μετ’ αὐτόν, καὶ αὐτὸς μετὰ μικρὸν ἀνῃρέθη, καὶ ἦρξαν 3) Ὄθων καὶ Οὐιτέλλιος καὶ ἀλλήλοις ἐπολέμουν. ἀνάρρησις Οὐεσπασιανοῦ.
Τίτου πολιορκία κατὰ τῆς Ἱερουσαλήμ. ὅτι τρίτειχος ἦν ἡ Ἱερουσαλήμ. περὶ τοῦ μηχανήματος τῶν κριῶν τόν κατὰ τῆς πόλεως ἐπαχθέντων. περὶ τῶν ξυλίνων πύργων, οὑς ὁ Τίτος ἐποίησεν.
[*](1) μέγα pro μετὰ 2) Οὐεσπασιανὸς] οὐεσπεσιανὸς hic et infra 3) ἦρξαν pro ἤρξαντο et οὐιτέλιος pro Οὐιτέλλιος.)