Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Ἀρχὴ τῆς κατὰ τὸν Ἀλέξανδρον ἱστορίας. τίνος υἱὸς ἦν Ἀλέξανδρος. οἶον ὄνειρον εἶδε Φίλιππος ἐγκυμονούσης τῆς γυναικὸς τὸν Ἀλέξανδρον καὶ πότε ἐγεννήθη. περὶ τοῦ σώματος Ἀλεξάνδρου. περὶ τοῦ ἵππου τοῦ Βουκεφάλου. ὅτι ὁμιλητὴς Ἀριστο- τέλους ἐγένετο. ὅτι καὶ πρακτικὸς ἰατρὸς ἦν ὁ Ἀλἐξανδρος.
Ὅτι εἰκοσαετὴς τῆς βασιλείας ἐκράτησεν. περὶ Τιμοκλείας τῆς τὸν βιασάμενον αὐτὴν εἰς τὸ φρέαρ βαλούσης. οἷα ὁ Σινωπεὺς Διογενὴς πρὸς Ἀλέξανδρον εἶπεν. τὸ φιλότιμον Ἀλεξάνδρου. ὅσων ἐκράτησε πόλεων. περὶ Ἀκαρνᾶνος τοῦ ἰατροῦ, καὶ ὅπως ἐξ αὐτοῦ τὸ φάρμακον3) ἔλαβεν Ἀλέξανδρος, καὶ ἀντέδωκε τὴν τῆς συκοφαντίας ἐπιστολήν. ἡ ἐν Ἰσσῷ συμπλοκὴ Δαρείου καὶ Ἀλεξάνδρου καὶ ἡ Δαρείου ἧττα. περὶ τῆς γυναικὸς καὶ τῆς μητρὸς Δαρείου ἁλουσῶν παρὰ Ἀλεξάνδρου.
[*](1) ὅπως prο ὅτι 2) τοῦ] Sic 3) φάρμακον] prο bοc vocabulum legitur a(l1uΟdlllu obScurat11m, Sed 11t aliud fuisse μὰ appareat, Velut πόμα, Sed πό Scriptum.)Ὅτι καὶ Δαμασκὸν εἷλεν Ἀλέξανδρος καὶ Κύπρον καὶ Φοινίκην. περὶ τοῦ κατ’ ὄναρ Σατύρου. περὶ τῆς κατ’ Αἴγυπτον Ἀλεξανδρείας καὶ τοῦ κατ’ ὄναρ Ὁμήρου καὶ ὅτι νῆσος ἦν αὕτη πρότερον. περὶ τῶν κατὰ τὴν ἐν ἐρήμῳ διάβασιν Ἀλεξάνδρου ἐξαισίων. πῶς παῖς Δῖός ἐλογίσθη ὁ Ἀλεξάνδρου ὅτι λύτρα ὁ Δαρεῖος ἔπεμψε, καὶ οὐκ ἔλαβε ταῦτα 1) Ἀλέξανδρος. περὶ τοῦ θανάτου τῆς γυναικὸς Δαρείου. περὶ τῆς μαρτυρίας τῆς πρὸς Δαρεῖον διὰ τὴν Ἀλεξάνδρου σωφροσύνην.
ὅτι Ἀλέξανδρος οὐ λάθρᾳ συμβαλεῖν ἤθελε τοῖς πολεμίοις. φυγὴ Δαρείου. ὅσον πλοῦτον εὑρεν Ἀλέξανδρος τοῦ Δαρείου. ὅπως ὠνείδιζε τοὺς τρυφῶντας Ἀλέξανδρος. τί ἔλεγεν Ἀλέξανδρος περὶ τῶν γογγυζόντων εἰς αὐτόν. περὶ τῆς δίψης ἣν εἶχεν Ἀλέξανδρος διώκων Δαρεῖον. ὅπως ἐν τῷ 20) θανάτῳ Ἀλέξανδρος τὸν Δαρεῖον ἐτίμησε, τὸν δ’ ἀνελόντα διεσφενδόνησεν. περὶ Ὑρκανίας καὶ τοῦ Κασπίου πελάγους.