Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
ὅτι Ἀλέξανδρος βαρβαρικὴν στολὴν ἐνδυσάμενος τοῖς Μακεδόσιν οὐκ ἤρεσεν. καὶ περὶ Ῥωξάνης, ἣν Ἀλέξανδρος ἔγημεν. ὅπως παρὰ Ἀλεξάνδρου Φιλώτας καὶ Κλεῖτος. ὅσα ὁ Ταξίλης καὶ οἶα ἐμήνυσεν ’ Ἀλεξάνδρῳ κατὰ τῆς Ἰνδικῆς ἐρχομένῳ χώρας.
Περὶ Πώρου τοῦ τῆς Ἰνδικῆς ἄρχοντος, οἷος ἦν τὸ σῶμα. ὅσα ὁ Ἀλέξανδρος ἤλγησε τοῦ Βουκεφάλα 30 ἵππου θανόντος, καὶ περὶ τοῦ ποταμοῦ Γάγγη, ὅσος ἦν κατ’ εὖρος καὶ βάθος. ὅτι λ [*](1) ταῦτα pro ταῦτα ὁ 2) ἐν τῷ] οm. 3) -φα)
Περὶ τῶν Γυμνοσοφιστῶν καὶ τοῦ διὰ τῆς βύρσης ὑποδείγματος, ἔνα μὴ μακρὰν ὁ βασιλεὺς ἀποδημῇ. ὅτι εἰς τὸν Ὠκεανὸν ἦλθεν Ἀλέξανδρος, καὶ ὅσον τοῦ στρατοῦ πλῆθος ἀπώλετο, καὶ περὶ τῶν ἰχθυοφάγων προβάτων. περὶ τοῦ τάφου τοῦ βασιλέως Περσῶν Κύρου καὶ τῆς τούτου ἐπιγραφῆς. ὅτι ἔγημεν Ἀλέξανδρος καὶ τὴν ιθυγατέρα Δαρείου, καὶ ὅσα ἐν τῷ γάμῳ χρήματα ἀνάλωσε, δοὺς καὶ τοῖς ὀφειλέταις τὰς ὀφειλάς. ὅσα ἐπένθησεν ἐπὶ τῷ ‘Πφαιστίωνι ὁ Ἀλέξανδρος καὶ οἶ σὺν αὐτῷ. περὶ τοῦ διὰ κοράκων σημείου καὶ τοῦ θύματος. περὶ τοῦ εὑρεθέντος ξένου καθημένου ἐν τῷ τοῦ Ἀλεξάνδρου θρόνῳ. ὅτι ὁ θάνατος Ἀλεξάνδρου ἄλλοις ἄλλως λέγεται. περὶ τοῦ ψυχροῦ ὔ δ’ ἄτος. ὅτι ἐν τῇ τελευτῇ ἠβουλήθη ἀφανίσαι αὐτόν, ἔνα δόξῃ καὶ θεός.
Ὅπως ὑπήντησαν Ἀλεξάνδρῳ οἱ ἱερεῖς τῶν Ἑβραίων καὶ ὁ ἀρχιερεύς. ὅτι ὁ Ἀλέξανδρος ἰδὼν τὸν ἀρχιερέα εἰς μνήμην ἦλθε τοῦ κατ’ ὄναρ ὀφθέντος αὐτῷ θεοῦ. ὅτι ἔθυσε τῷ θεῷ ὁ Ἀλέξανδρος κατὰ τὴν ὑφήγησιν τοῦ ἀρχιερέως καὶ πολλὰ ἐχαρίσατο, ἀνέγνω τε καὶ τὴν βίβλον2) τοῦ Δανιὴλ. περὶ τοῦ ἐν Γαριζὶν ἱεροῦ, ἐν ᾧ κατέφευγον οἶ παρανομοῦντες.