Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
ὅτι συνετάφη τῷ Δαβὶδ πολλὰ χρήματα. ὅτι δωδεκαετὴς ἐβασίλευσε Σολομὼν. ὅτι ἐζήτησεν Ἀδωνίας τὴν παλλακὴν Δαβίδ, καὶ διὰ τοῦτο ἀνῃ- ρέθη παρὰ Σολομῶντος. ὅπως ἀνῃρέθη Σεμεεί. ὅτι ἔλαβε Σολομὼν τὴν θυγατέρα Φαραώ. ὅσα ᾔτησε Σολομὼν τῷ θεῷ. περὶ τῶν προσελθουσῶν γυναικῶν καὶ αἰτησαμένων κρίσιν περὶ τοῦ θανόντος παιδός. ὅσα συνεγράψατο Σολομών. περὶ τοῦ δακτυλίου οὑ ἡ σφραγὶς ἐδίωκε δαίμονας.
[*](1) ὅτι ἐπῆρ’ δᾶδ διὰ τὴν θέρμην νεάνιδα pro ὅτι Δαβὶδ διὰ τὴν θέρμην νεάνιδα ἐπῆγε.)Πότε ἤρξατο τῆς οἰκοδομῆς τοῦ ναοῦ Σολομών. ὅτι ἐν ἔτεσιν ἑπτὰ συνετελέσθη ὁ ναός. οἶα δι’ ὀνείρου ἐνέφηνε Σολομῶντι θεὸς περὶ τῶν μελλόντων. τίνα ᾠκοδόμησε Σολομών. περὶ ὧν ἔλυσεν αἰνιγμάτων Σολομών. περὶ τῆς βασιλίσσης Αἰθιόπων. ὅθεν ἐν Παλαιστίνῃ ἐφύη τὸ βάλσαμον.
Ὅτι ἀλλοφύλοις γυναιξὶν ἐμίγη Σολομών. ὅτι τὴν κατὰ τοῦ Σολομῶντος ἀρὰν εἰς τὸν ἐξ αὐτοῦ ἔφη ἀποπληρῶσαι θεός. περὶ Ἄδερ. περὶ Ἱεροβοάμ. περὶ τῶν χρόνων Σολομῶντος, ὅσους ζῆσαι λέγεται.
Περὶ Ῥοβοὰμ τοῦ ὒ ἰοῦ Σολομῶντος. περὶ τῆς ἀποστασίας τῶν δέκα φυλῶν. περὶ τῶν δύο δαμάλεων, καὶ ὅπως ἐκώλυσεν εἰς Ἱεροσόλυμα πορεύεσθαι τὸν λαὸν Ἱεροβοάμ. ὅτι Ἱεροβ0ὰμ θυσιάσαι ἐλθὼν ἤκουσεν ἃ πείσεται. περὶ τοῦ ψευδοπρο- φήτου τοῦ ἀπατῶντος τὸν Ἱεροβοάμ. ὅτι πεισθεὶς ξενισθῆναι 1) ὁ τοῦ θεοῦ προφήτης τῷ ψευδοπροφήτῃ ἐβρώθη 2) παρὰ λέοντος ὑποστρέφων.