Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ τοῦ ἔρωτος ὃν ἔσχε πρὸς Θάμαρ τὴν ἀδελφὴν ὁ Ἀμνών. καὶ περὶ τοῦ μέσους ὃ ἔσχε μετὰ τὸ διακορήσασθαι 1) αὐτήν, καὶ Ἀβεσσαλὼμ καὶ ὅπως ἠμύνατο φόνῳ τὸν ἀδελφόν, καὶ περὶ τῆς διὰ τὸν φόνον τοῦ Ἀμνὼν φυγῆς τοῦ Ἀβεσσαλώμ, καὶ ὅτι ὠργίσθη ὁ Δαβίδ. ὅπως Ἰωὰβ ὁ πάππος Ἀβεσσαλὼμ 2) ἐσοφίσατο ἐξιλάσασθαι τὸν Δαβὶδ πρὸς τὸν παῖδα Ἀβεσσαλώμ. περὶ τῆς κατὰ τοῦ Δαβὶδ ἐπαναστάσεως τοῦ Ἀβεσσαλὼμ καὶ περὶ τοῦ Ἀχιτόφελ τοῦ συναποστάτου Ἀβεσσαλώμ. περὶ τῆς πεπλασμένης αὐτομολήσεως Χουσὶ τοῦ ἑταίρου Δαί. περὶ τῆς ἀνοχῆς Δαβὶδ ἧς ἔδειξεν ὑπὸ τοῦ Σεμεεὶ καταρώμενος.

ὅπως ἐμίγη ταῖς τοῦ πατρὸς παλλακαῖς 3) ὁ Ἀβεσσαλώμ. ὅς τὴν τοῦ Ἀχιτόφελ βουλὴν ἄπρακτον ἔδειξεν ἔδειξεν Χουσί. ὅπως ὁ Ἀχιτόφελ ἀπήγξατο. ὅπως ἡττηθεὶς ἐδιώκετο Ἀβεσσαλὼμ καὶ ὅπως ἐκ τριχῶν ἐν δένδρῳ κατεσχἐθη καὶ ἀνῃρέθη. ὅπως τὸν θάνατον τοῦ Ἀβεσσαλὼμ ἐθρήνει Δαβίδ.

ὅπως αἱ λοιπαὶ φυλαὶ ἄνευ τῆς τοῦ Ἰούδα ἀπέστησαν ἀπὸ Δαβίδ. ὅπως ὁ Ἰωὰβ ἀνεῖλε τὸν Ἀβεσᾶ. 4) περὶ τοῦ ἐπὶ ἔτη τρία κρατήσαντος λιμοῦ. [*](1) διακορήσασθαι] διακομίσασθαι, et semper ᾀβεσσαλώμ, quod scripsi pro Ἀβεσαλώμ 2) ὁ πάππος αβεσσαλὼμ] addit 3) παλλακαῖς] παλακαἴς hic et infra n. 8. Αβεσᾶ] αμεσο.)

277
καὶ ὅπως ἐλύθη διὰ τὸ δοθῆναι εἰς φόνον έπτὰ ἄ δρας τοῦ οἴκου Σαοὺλ κατὰ θεῖον χρησμόν. ὅπως ἠγάπων τὸν Δαβὶδ οἱ περὶ αὐτόν. περὶ τοῦ γιγαντιαίου ἀνδρὸς τοῦ ἔχοντος ἐν ταῖς χερσὶ καὶ ἐν τοῖς ποσὶν ἀνὰ δακτύλους ἔξ.

Ὅπως συνέθετο τοὺς ψαλμοὺς ὁ Δαβὶδ καὶ οἶα τὰ τοῦ ψαλμοῦ ὄργανα. περὶ τῆς ἀπαριθμήσεως καὶ ὅπως μετὰ ταῦτα μετεμελήθη Δαβίδ. περὶ τῆς αἱρέσεως τῶν τριῶν ἕν ἐξ αὐτῶν λαβεῖν, διὰ τὴν τοῦ λαοῦ ἀπαρίθμησιν, καὶ ὅτι τὸ αἱρεθὲν κακὸν τὸ ἐπελθεῖν τῷ λαῷ θάνατον, καὶ ἐπῆλθεν ἀπὸ πρωὶ ἕως ἀρίστου. πῶς ἔπαυσεν ὁ θεὸς τὴν τοῦ λαοῦ φθοράν. ὅτι καθ’ ὃν τόπον ἔμελλε σφαγιάσαι Ἀβραὰμ τὸν Ἰσαάκ, ἠβουλήθη ναὸν οἰκοδομῆσαι Δαβίδ, καὶ ἐκωλύθη παρὰ θεοῦ. ὅτι ἐπῆγε Δαβὶδ διὰ τὴν θέρμην νεάνιδα. 1) ὅτι Ἀδωνίας τέταρτος υἱὸς τοῦ Δαβὶδ ἐπεχείρησε βασιλεῦσαι. ὅπως ἐχρίσθη Σολομὼν εἰς βασιλέα. τί ἐνετείλατο τῷ Σολομῶντι Δαβὶδ τελευτῶν. περὶ τοῦ τὸν ναὸν κτισθῆναι. πόσα ἔτη ἔζησε Δαβίδ.