Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι ἐκόλασεν ὁ Δαβὶδ τὸν κατὰ τοῦ 3) Σαοὺλ ἐπελθόντα καὶ τρώσαντα διὰ τὸ εἶναι χριστὸν κυρίου. ὅτι ἐν πόλει Χεβρὼν ᾑρέθη βασιλεὺς ὁ Δαβὶδ παρὰ τῆς Ἰούδα φυλῆς.4) ὅπως ὁ Ἀβεννὴρ διωκόμενος ἔπληξεν ἐξόπισθεν καιρίως τὸν διώκοντα [*](1) τῆς pro τοῦ 2) ὅτι] addit 3) τοῦ pro τὸν 4) ὅτι — φυλῆς] addit)

275
Ἀσαὴλ καὶ ἔκτεινεν. ὅτι ἐπὶ πολὺ ἐπολέμουν ἀλλήλοις οἱ τοῦ Σαοὺλ καὶ οἱ τοῦ Δαβίδ, ὑπερίσχυον δὲ οἶ τοῦ Δαβίδ. ὅτι ὁ Ἀβεννὴρ προσερρύη τῷ Δαβὶδ καὶ ἔπεισε καὶ τοὺς λοιποὺς προσελθεῖν αὐτῷ. ὅτι ἀνεῖλεν Ἰὰ τὸν Ἀβεννὴρ ἐν δόλῳ. ἀναίρεσις Ἰεβοσθέ 1), υἱοῦ Σαούλ, καὶ ὅτι τοὺς ἀνελόντας αὐτὸν ἀνεῖλε Δαβίδ. πότε παρὰ παντὸς τοῦ Ἰσραὴλ ἐχρίσθη εἰς βασιλέα Δαβίδ, καὶ ὅτι τριακονταέτης ἦν, ὅτε μόνης τῆς τοῦ Ἰούδα φυλῆς ἦρξεν. ὅτι τὴν πόλιν Ἰεβοῦς πολιορκήσας καὶ ἑλὼν ὁ Δαβὶδ τοὺς ἐκεῖ κατοικοῦντας ἐδίωξεν, ἐπὶ οἰκείῳ δὲ ὀνόματι ταύτην ἀνῳκοδόμησε τὴν νῦν Ἱεροσόλυμα καλουνην.

Προσβολὴ Δαβὶδ κατὰ τῶν ἐναντίων καὶ ἧττα αὐτῶν. περὶ τῆς εἰς Ἱεροσόλυμα ἀπαγωγῆς τῆς κιβωτοῦ, ὅτε καὶ ὁ Δαβὶδ ἥλατο 2) ἔμπροσθεν αὐτῆς, καὶ ὁ ἁψάμενος αὐτῆς τέθνηκεν, ὡς ἀνίερος. ὅτι οὐκ ἀσχημοσύνην ἡγεῖτο Δαβὶδ τὸ ὀρχεῖσθαι καὶ ψάλλειν ἔμπροσθεν τῆς κιβωτοῦ. ὅτι ἐκωλύθη Δαβὶδ οἶκον κατασκευάσαι τῇ κιβωτῷ. περὶ ὧν ἀγαθῶν ἐποίει ὁ Δαβὶδ τῷ ἐγγόνῳ Σαούλ.

Περὶ τῶν διὰ παρηγορίαν ἀποσταλέντων παρὰ τοῦ Δαβὶδ πρὸς τὸν υἱὸν τοῦ βασιλέως Ἀμμανιτῶν, καὶ δοξάντων κατασκόπων καὶ ξυρηθέντων τὰς κεφαλὰς καὶ τοὺς πώγωνας. διὸ καὶ πόλεμος ἤρθη κατὰ Ἀμμανιτῶν. περὶ τῆς Βηρσαβεὲ καὶ ὅπως ἠράσθη αὐτῆς ὁ Δαβίδ, καὶ ὅπως ἀνεῖλεν Οὐρίαν τὸν ἄνδρα αὐτῆς. ὅτι μετὰ τὰ κατὰ τὸν Οὐρίαν ἔλαβε τὴν Βηρσαβεὲ ὁ Δαβὶδ εἰς γυναῖκα, καὶ ὅπως ὁ Νάθαν διὰ παραβολῆς ἤλεγξεν αὐτὸν καὶ τὴν διὰ [*](1) Ἰεβοσθὲ] ἰεβοθὲ, ut in textu 2) ἥλατο] ἥλλατο.)

276
τοῦτο ὀργὴν τοῦ θεοῦ προεῖπε. καὶ ὅτι συνῆκε Δαβὶδ καὶ μετενόησεν. περὶ τῆς νόσου τοῦ ἐκ τῆς Βηρσαβεὲ υἱοῦ τοῦ Δαβὶδ καὶ ὅπως ἐν τῷ νοσεῖν ἐπένθει αὐτὸν Δαβίδ. καὶ ὅπως μετὰ θάνατον τοῦ πένθους ἐπαύσατο. περὶ Σολομῶντος, ὃν ἐκ τῆς Βηρσαβεὲ ἔσχε Δαβίδ. περὶ τοῦ πολυτίμου στεφάνου, ὃν ἔλαβε Δαβὶδ πορθήσας Ἀμμανίτας.

Περὶ τοῦ ἔρωτος ὃν ἔσχε πρὸς Θάμαρ τὴν ἀδελφὴν ὁ Ἀμνών. καὶ περὶ τοῦ μέσους ὃ ἔσχε μετὰ τὸ διακορήσασθαι 1) αὐτήν, καὶ Ἀβεσσαλὼμ καὶ ὅπως ἠμύνατο φόνῳ τὸν ἀδελφόν, καὶ περὶ τῆς διὰ τὸν φόνον τοῦ Ἀμνὼν φυγῆς τοῦ Ἀβεσσαλώμ, καὶ ὅτι ὠργίσθη ὁ Δαβίδ. ὅπως Ἰωὰβ ὁ πάππος Ἀβεσσαλὼμ 2) ἐσοφίσατο ἐξιλάσασθαι τὸν Δαβὶδ πρὸς τὸν παῖδα Ἀβεσσαλώμ. περὶ τῆς κατὰ τοῦ Δαβὶδ ἐπαναστάσεως τοῦ Ἀβεσσαλὼμ καὶ περὶ τοῦ Ἀχιτόφελ τοῦ συναποστάτου Ἀβεσσαλώμ. περὶ τῆς πεπλασμένης αὐτομολήσεως Χουσὶ τοῦ ἑταίρου Δαί. περὶ τῆς ἀνοχῆς Δαβὶδ ἧς ἔδειξεν ὑπὸ τοῦ Σεμεεὶ καταρώμενος.

ὅπως ἐμίγη ταῖς τοῦ πατρὸς παλλακαῖς 3) ὁ Ἀβεσσαλώμ. ὅς τὴν τοῦ Ἀχιτόφελ βουλὴν ἄπρακτον ἔδειξεν ἔδειξεν Χουσί. ὅπως ὁ Ἀχιτόφελ ἀπήγξατο. ὅπως ἡττηθεὶς ἐδιώκετο Ἀβεσσαλὼμ καὶ ὅπως ἐκ τριχῶν ἐν δένδρῳ κατεσχἐθη καὶ ἀνῃρέθη. ὅπως τὸν θάνατον τοῦ Ἀβεσσαλὼμ ἐθρήνει Δαβίδ.

ὅπως αἱ λοιπαὶ φυλαὶ ἄνευ τῆς τοῦ Ἰούδα ἀπέστησαν ἀπὸ Δαβίδ. ὅπως ὁ Ἰωὰβ ἀνεῖλε τὸν Ἀβεσᾶ. 4) περὶ τοῦ ἐπὶ ἔτη τρία κρατήσαντος λιμοῦ. [*](1) διακορήσασθαι] διακομίσασθαι, et semper ᾀβεσσαλώμ, quod scripsi pro Ἀβεσαλώμ 2) ὁ πάππος αβεσσαλὼμ] addit 3) παλλακαῖς] παλακαἴς hic et infra n. 8. Αβεσᾶ] αμεσο.)

277
καὶ ὅπως ἐλύθη διὰ τὸ δοθῆναι εἰς φόνον έπτὰ ἄ δρας τοῦ οἴκου Σαοὺλ κατὰ θεῖον χρησμόν. ὅπως ἠγάπων τὸν Δαβὶδ οἱ περὶ αὐτόν. περὶ τοῦ γιγαντιαίου ἀνδρὸς τοῦ ἔχοντος ἐν ταῖς χερσὶ καὶ ἐν τοῖς ποσὶν ἀνὰ δακτύλους ἔξ.

Ὅπως συνέθετο τοὺς ψαλμοὺς ὁ Δαβὶδ καὶ οἶα τὰ τοῦ ψαλμοῦ ὄργανα. περὶ τῆς ἀπαριθμήσεως καὶ ὅπως μετὰ ταῦτα μετεμελήθη Δαβίδ. περὶ τῆς αἱρέσεως τῶν τριῶν ἕν ἐξ αὐτῶν λαβεῖν, διὰ τὴν τοῦ λαοῦ ἀπαρίθμησιν, καὶ ὅτι τὸ αἱρεθὲν κακὸν τὸ ἐπελθεῖν τῷ λαῷ θάνατον, καὶ ἐπῆλθεν ἀπὸ πρωὶ ἕως ἀρίστου. πῶς ἔπαυσεν ὁ θεὸς τὴν τοῦ λαοῦ φθοράν. ὅτι καθ’ ὃν τόπον ἔμελλε σφαγιάσαι Ἀβραὰμ τὸν Ἰσαάκ, ἠβουλήθη ναὸν οἰκοδομῆσαι Δαβίδ, καὶ ἐκωλύθη παρὰ θεοῦ. ὅτι ἐπῆγε Δαβὶδ διὰ τὴν θέρμην νεάνιδα. 1) ὅτι Ἀδωνίας τέταρτος υἱὸς τοῦ Δαβὶδ ἐπεχείρησε βασιλεῦσαι. ὅπως ἐχρίσθη Σολομὼν εἰς βασιλέα. τί ἐνετείλατο τῷ Σολομῶντι Δαβὶδ τελευτῶν. περὶ τοῦ τὸν ναὸν κτισθῆναι. πόσα ἔτη ἔζησε Δαβίδ.

ὅτι συνετάφη τῷ Δαβὶδ πολλὰ χρήματα. ὅτι δωδεκαετὴς ἐβασίλευσε Σολομὼν. ὅτι ἐζήτησεν Ἀδωνίας τὴν παλλακὴν Δαβίδ, καὶ διὰ τοῦτο ἀνῃ- ρέθη παρὰ Σολομῶντος. ὅπως ἀνῃρέθη Σεμεεί. ὅτι ἔλαβε Σολομὼν τὴν θυγατέρα Φαραώ. ὅσα ᾔτησε Σολομὼν τῷ θεῷ. περὶ τῶν προσελθουσῶν γυναικῶν καὶ αἰτησαμένων κρίσιν περὶ τοῦ θανόντος παιδός. ὅσα συνεγράψατο Σολομών. περὶ τοῦ δακτυλίου οὑ ἡ σφραγὶς ἐδίωκε δαίμονας.

[*](1) ὅτι ἐπῆρ’ δᾶδ διὰ τὴν θέρμην νεάνιδα pro ὅτι Δαβὶδ διὰ τὴν θέρμην νεάνιδα ἐπῆγε.)
278

Πότε ἤρξατο τῆς οἰκοδομῆς τοῦ ναοῦ Σολομών. ὅτι ἐν ἔτεσιν ἑπτὰ συνετελέσθη ὁ ναός. οἶα δι’ ὀνείρου ἐνέφηνε Σολομῶντι θεὸς περὶ τῶν μελλόντων. τίνα ᾠκοδόμησε Σολομών. περὶ ὧν ἔλυσεν αἰνιγμάτων Σολομών. περὶ τῆς βασιλίσσης Αἰθιόπων. ὅθεν ἐν Παλαιστίνῃ ἐφύη τὸ βάλσαμον.

Ὅτι ἀλλοφύλοις γυναιξὶν ἐμίγη Σολομών. ὅτι τὴν κατὰ τοῦ Σολομῶντος ἀρὰν εἰς τὸν ἐξ αὐτοῦ ἔφη ἀποπληρῶσαι θεός. περὶ Ἄδερ. περὶ Ἱεροβοάμ. περὶ τῶν χρόνων Σολομῶντος, ὅσους ζῆσαι λέγεται.

Περὶ Ῥοβοὰμ τοῦ ὒ ἰοῦ Σολομῶντος. περὶ τῆς ἀποστασίας τῶν δέκα φυλῶν. περὶ τῶν δύο δαμάλεων, καὶ ὅπως ἐκώλυσεν εἰς Ἱεροσόλυμα πορεύεσθαι τὸν λαὸν Ἱεροβοάμ. ὅτι Ἱεροβ0ὰμ θυσιάσαι ἐλθὼν ἤκουσεν ἃ πείσεται. περὶ τοῦ ψευδοπρο- φήτου τοῦ ἀπατῶντος τὸν Ἱεροβοάμ. ὅτι πεισθεὶς ξενισθῆναι 1) ὁ τοῦ θεοῦ προφήτης τῷ ψευδοπροφήτῃ ἐβρώθη 2) παρὰ λέοντος ὑποστρέφων.

Περὶ τῶν πωλούντων τὴν χάριν τοῦ πνεύματος. περὶ ὧν προεῖπεν ἐσομένων τῇ γυναικὶ τοῦ Ἱεροβοὰμ Ἀχιά. ἐπέλευσις Σουσακὶμ κατὰ Ῥοβοὰμ καὶ ὅτι παρασπονδήσας ὁ Αἰγύπτιος πολλὰ χρήματα ἐσύλησεν. περὶ τῶν χρυσῶν ὅπλων Σολομῶντος καὶ τῶν δοράτων τῶν χρυσῶν τοῦ Δαβὶδ ἃ ἀνέθετο θεῷ. ἐπέλευσις Ἱεροβοὰμ καὶ νίκη τοῦ υἱοῦ Ῥοβοάμ. θάνατος Ἱεροβοάμ, οὗ διάδοχος ὁ υἱός. ὅτι ὁ Βασσὰν παγγενῆ τὸν οἶκον Ἱεροβοὰμ ἐξωλόθρευσεν. περὶ τοῦ εἰσδύντος εἰς τὰ βασίλεια καὶ ἑαυτὸν κἀκεῖνα καύσαντος. περὶ τοῦ πῶς ἐκλήθη Σαμάρ. [*](1) ξενισθῆναι pro ἐξενίσθη 2) ἐβρώθη pro καὶ ἐβρώθη.)

279
ὅτι οἱ, τῶν Ἰσραηλιτῶν βασιλεῖς ὀλιγοχρόνιοι τότε ἦσαν διὰ τὴν παρανομίαν. ὅτι προεῖπεν ὁ προφήτης νίκας ἔσεσθαι καὶ λοιπὰς εὐκληρίας τοῖς ἀν- θρώποις ἐκείνοις, εἰ ἀντιποιοῦνται δικαιοσύνης. περὶ Ἀχαάβ, ὅτι ἐν Σαμαρείᾳ ἐκέκτητο τὰ βασί- λεια.