Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ τῆς σκηνῆς ἧς ἔστησεν Ἰησοῦς εἰς Σηλώμ. ὅτι ὑπέργηρως Ἰησοῦς ἐτελεύτησεν, ἐτῶν γεγονὼς ἑκατὸν δέκα. ὅτι μετὰ θάνατον Ἰησοῦ κατὰ τῶν Ἑβραίων Χαναναῖοι ἐπανέστησαν, καὶ ἡττήθησαν. ὅτι εὐθηνούμενοι Ἰσραηλῖται κατεφφᾳθύμησαν 4) τῶν νόμων καὶ τῶν ὅπλων.

Περὶ τοῦ ξενωθέντος ἐν Γαβαὼ Λευίτου καὶ τῆς γυναικὸς αὐτοῦ τῆς βενιαμίτιδος 5), ἣν οἱ εἰς αὐτὴν πορνεύοντες διέφθειραν. καὶ ὅτι ταύτην εἰς δώδεκα μέρη διεῖλεν ὁ ταύτης ἀνὴρ καὶ ταῖς δώδεκα φυλαῖς ἔστειλε τὰ μέρη εἰς ἔλεγχον τοῦ γενομένου. περὶ Γοθονιήλ, καὶ ὅπως ἦρξε τοῦ Ἰσραηλιτῶν λαοῦ. μετὰ τὸν Γοθονιὴλ ἄναρχοι ὄντες οἱ Ἰσραηλῖται κατεφρονήθησαν. περὶ τοῦ Βενιαμίτου Ἀὼθ ἢ Ἰούδα, καὶ ὅτι τὸν Αἰγλὼμ ἀνεῖλε δόλῳ. ὅπως ἦρξε τοῦ λαοῦ Ἀώθ.

Περὶ Δευώρας τῆς προφήτιδος καὶ Βαρὰκ 6) τῶν κατὰ τοῦ Σίσαρα στρατευσάντων. ὅτι φεύγων Σισάρας ἀνῃρέθη παρὰ γυναικὸς γάλακτι μεθυσθείς. θάνατος Δευώρας καὶ Βαράκ. περὶ Γεδεών, καὶ ὅσα [*](1) ἐσπείσαντο] πεέσον cum ductu post τ, omisso mox ὡς) [*](2) καὶ] addit 3) ὑδροφόρους] ὑποφόρους, etSi iu teAtu est ἱδροφόρους (Sic) 4) κατερραθύμησαν pro κατεραθύμησαν 5) Βενιαμίτιδος pro Βηθλεεμίτιδος 6) Βαρὰχ] βαρὰκ ut est infra.)

269
ἐποίησεν ὁ ὀφθεὶς αὐτῷ ἄγγελος, παραθαρρύνων αὐτὸν εἰς τὸν κατὰ τῶν ἐναντίων πόλεμον. περὶ τῆς 1) πόκου καὶ τῆς δρόσου. περὶ τῶν ἐν τῷ πίνειν λαψάντων. περὶ τῆς ἐν ὕπνοις κριθίνης μάζης, τί δηλοῖ. ὅπως τὸν οἰκεῖον λαὸν συνέταξε Γεδεών. ὅτι γηραιὸς ἐτελεύτησε Γεδεὼν καταλιπὼν υἱοὺς ἐκ διαφόρων γυναικῶν ἑβδομήκοντα, καὶ ἔνα ἐκ παλλακῆς, ὃς τοὺς ἑβδομήκοντα ἔκτεινε καὶ ἐτυράννησεν. ὅτι γύναιον ἄνωθεν βαλὸν κτείνει τὸν Ἀβιμέλεχ. ὅτι Ἰεφθάε ὑπέσχετο θῦσαι τὸ πρῶτον συναντῆσαν, εἰ νικήσει· καὶ οὕτω θύει τὴν θυγατέρα.

Ὅτι Σαμψὼν ἰσχὺν σημαίνει. ὅπως ἐγεννήθη Σαμψών. ὅτι Ναξοραῖος 2) ὁ ἀφωρισμένος θεῷ. ὅτι ὁ πατὴρ Σαμψὼν Μανωὲ ἐζήτει μαθεῖν τοῦ προσομιλοῦντος ἀγγέλου τὸ ὄνομα. ὁ δὲ θαυμαστὸν εἶπεν εἶναι τοῦτο, καὶ ἐσιώπησεν. 3) ὅτι θείῳ πυρὶ κατεκαύθη ἡ θυσία Μανωέ. ὅπως ἠράσθη ὁ Σαμψὼν γυναικὸς ἀλλοφύλου. καὶ ὅπως ἀναιρεῖ τὸν λέοντα, καὶ εὑρίσκει σμῆνος μελισσῶν ἐν τῷ στό- ματι αὐτοῦ. καὶ ὅτι τὰ περὶ τούτου πρόβλημα ἔθετο· καὶ ὅπως τοῦτο τῇ γυναικὶ ἐξηγήσατο αἰτησαμένη σὺν δάκρυσι. ὅτι διὰ τὸ τὴν γυναῖκα ἑτέρῳ συζυ- γῆναι ὠργίσθη Σαμψών, καὶ λαβὼν ἀλώπεκας τρια- κοσίας λαμπάδας ἡμμένας ταῖς ἐκείνων οὐραῖς προσ- έδησε, καὶ οὕτω τὰ τῶν Παλαιστηνῶν4) κατέκαυσε λήια. οἶ δὲ κατέκαυσαν τὴν γυναῖκα. ὅτι ἑκὼν ἑαυτὸν δεδεμένον τοῖς ἀλλοφύλοις παρέδωκεν ὁ Σαμψών. ὁ δὲ διὰ σιαγόνος ὄνου ἀπέκτεινε πολλούς, ὅθεν καὶ Σιαγόνα τὸν τόπον ἐκάλεσαν. ὅπως [*](1) τῆς] ita cod., qui mox πͅαλακῆς 2), Ναξοραῖος] ναξϊραῖος, ut ln textu 3) ἐσιώπησεν pro ἀπεσιώπησεν 4) per ἡ pro ἴ’ semper.)

270
ἀπὸ τῆς σιαγόνος ἔπιε Σαμψών. ὅπως τὰς πύλας σὺν ταῖς παραστάσι μετέθετο Σαμψών. ὅτι ἠπάτησε Σαμψὼν ἡ Δαλιεά. καὶ μαθοῦσα τὴν ἀπὸ τῆς τριχὸς ἰσχὺν ἐκκόπτει τὴν τρίχα· καὶ αὐτοῦ ἀσθενήσαντος ἐκκόπτουσιν αὐτοῦ τοὺς ὀφθαλμοὺς οἶ ἐχθροί. ὅπως τῆς κόμης αὐξομένης καὶ ἡ ἰσχὺς ηὐξάνετο τοῦ Σαμψών. καὶ ὅπως τοὺς κίονας κατέσεισε καὶ τὴν οἰκίαν ἔρριψε καθ’ ἑαυτοῦ καὶ πάντας ἀπ’ ἔκτεινε σὺν ἑαυτὼ.

Ὅτι μετὰ τὸν Σαμψὼν οὐκέτι κριταὶ ἦγον τὸν Ἰσραήλ, ἀλλ’ ὁ ἀρχιερεὺς Ἠλεί. περὶ τῆς Νοεμὶν καὶ τῆς Ὀρφὰ καὶ τῆς Ῥούθ. ὅπως ἡ Νοεμὶν εὐτυχίαν δηλοῖ, Μάρα δὲ ὀδύνην. ὅπως ὁ βοὸς τὴν Ῥοὺθ εἰσ- αγαγὼν εἰς τὴν γερουσίαν καὶ τὸν συγγενῆ ἤρετο εἰ ταύτην βούλεται ἀγαγεῖν. τοῦ δὲ παραιτησαμένου, λαμβάνει αὐτήν, καὶ ὅτι κατὰ τὸν νόμον γέγονε τὰ σημεῖα τῆς παραιτήσεως. ὅτι Ὠβὴδ 1) δουλεύων ἑρμηνεύεται. περὶ Σαμουήλ. ὅτι ὁ Ἠλεὶ προεῖπε τῇ Ἄννῃ τὴν τοῦ Σαμουὴλ γέννησιν. ὅτι προσήχθη τῷ Ἤλει μετὰ τὸ γεννηθῆναι Σαμουὴλ. ὅτι κοιμώμενον τὸν Σαμουὴλ ἐκάλεσεν ὁ θεός. πρόρρησις διὰ τοῦ Σαμουὴλ τῶν ἐσομένων τοῖς Ἰσραηλίταις καὶ τοῖς παισὶ τοῦ Ἠλεὶ συμφορῶν.

Κίνησις Παλαιστηνῶν 2) κατὰ Ἰσραηλιτῶν καὶ τῆς κιβωτοῦ ἀποστολὴ εἰς βοήθειαν καὶ Ἑβραίων ἧττα καὶ φόνος τῶν παίδων Ἠλεὶ καὶ ἅλωσις τῆς κιβωτοῦ, καὶ θάνατος διὰ τοῦτο τοῦ Ἠλεί, ἐνενή- κοντα ἐτῶν γενομένου. ὅτι εἰς Ἄξωτον πόλιν οἶ ἀλ- λόφυλοι τὴν κιβωτὸν ἀπήγαγον, καὶ ἀνέθεντο ἐν εἰδωλείῳ θεῷ Δαγών, καὶ διαπέπτωκε τὸ εἴδωλον. [*](1) Ὠβὴδ pro Ἰωβὴδ 2) v. annot. p. 269, 4.)

271
ὅτι δυσεντερία ἐνέσκηψε τῇ πόλει Ἀζωτίων, καὶ μύες ἐκ τῆς γῆς ἀνεδόθησαν. ὅτι ἀπὸ πόλεως εἰς πόλιν ἡ κιβωτὸς πεμπομένη παρὰ τῶν παλαιστηνῶν ἐκάκου αὐτάς. ὅπως ἀπεστάλη ἡ κιβωτὸς ἐπὶ ἀμάξης ἀναθεμένων τὴν τῆς κιβωτοῦ ἄφιξιν τῇ ὁρμῇ τῶν βοῶν τῶν ἀλλοφύλων.1) ὅτι βόες ἀπήγαγον μόνοι εἰς τοὺς Ἰσραηλίτας τὴν κιβωτόν. ὅτι τοὺς ἀψαμένους τῆς κιβωτοῦ ἀνιέρους ἐθανάτωσεν ὁ θεός. ὅτι ὁ Σαμουὴλ ἀντὶ ἐλευθερίας ἐπείσατο. 2) ὅτι οἱ Παλαιστηνοὶ προσβαλόντες τοῖς Ἑβραίοις ἡττήθησαν, σεισμοῦ γεγονότος καὶ βροντῶν 3) καὶ ἀστραπῶν, αἷς ἐξεδειματώθησαν καὶ οὐκέτι προσέβαλον.

ὅτι ὁ 4) Σαμουὴλ γεγηρακὼς τοῖς υἱοῖς τὴν κρίσιν τοῦ λαοῦ ἀνατίθησιν. ὅτι ὁ λαὸς διὰ τὴν τῶν υἱῶν τοῦ Σαμουὴλ 5) κακίαν βασιλέα ἐζήτησαν, καὶ ὁ Σαμουὴλ δεδωκέναι ὑπέσχετο, προειπὼν με- ταμελήσειν αὐτοῖς 6), εἰ λάβοιεν βασιλέα. περὶ Σαούλ, καὶ ὅπως εἰς βασιλέα ἐχρίσθη, ἀναζητῶν τοὺς ὄνους τοῦ πατρός. τίνα σημεῖα ἐπὶ τῷ χρίσματι δέδωκε τῷ Σαοὺλ ὁ Σαμουήλ. ὅτι ὁ κλῆρος ἐπὶ τόν Σαοὺλ ἔπεσε. καὶ ἀνεζήτησαν αὐτόν, καὶ εὗρον ἀπόντα. ὅτι ἐζήτησεν ὁ τῶν Ἀμμανιτῶν βασιλεὺς ἐξελεῖν ἑκάστου δεξιὸν ὀφθαλμὸν τῶν Γαλααδιτῶν, καὶ οὕτως ἀπαλλαγῆναι αὐτῶν. ὅτι προτὴν [*](1) τὴν τῆς κιβωτοῦ — τῶν βοῶν τῶν ἀλλοφύλων] addit 2) Sic etiam Mon., quum apud Zonaram sit ἔπεισε ταύτης (praecesserat ἐλευθερίας) ἀντιποιήσασθαι 3) βρόντων καὶ σεισμοῦ γεγονότων] βροντῶν δὲ καὶ σεισμοῦ γεγονότος καὶ βροντῶν καὶ ἀστραπῶν, ut scribendum Sit σεισμοῦ γεγονότος καὶ βροντῶν καὶ ἀστραπῶν 4) ὅτι ὁ pro ὅτι 5) τῶν υἱῶν τοῦ Σαμουὴλ] τοῦ υἱοῦ τοῦ σαοὺλ 6) μεταμελήσειν αὐτοῖς] μεταστέλλεται αὐτοὺς (etsi in textu habet μεταμελήσειν αὐτοῖς) εἰ λάβοιεν βασιλέα, unde addidi εἰ — β.)

272
εφήτευσε Σαοὺλ1) τὴν ἀπώλειαν τῶν ἐχθρῶν. ὅπως κατετροπώσατο Ἀμμανίτας ὁ Σαούλ. ἡ δευτέρα τοῦ Σαοὺλ ἀναγόρευσις. πότε ἦσαν Ἑβραῖοι ἀριστοκρατούμενοι καὶ πότε ἄναρχοι καὶ πότε ἐκρίνοντο καὶ πότε ἐβασιλεύοντο.

ὅτι ἐν ἀκμῇ θέρους χειμὼν γέγονεν. ὅτι καὶ πάλιν οἱ Παλαιστηνοὶ τοὺς Ἑβραίους κατέτρωσαν. ὅπως ὁ Ἰωνάθαν προσέβαλε τοῖς πολεμίοις καὶ ἥττησεν αὐτούς. ὅτι ἀρὰν ἔθετο Σαοὺλ τοῦ μὴ φαγεῖν τινα ἕως νυκτός, ἀλλὰ διώξας ἀκρατῶς τοὺς ἐχθρούς, καὶ ὅτι μὴ ἀκούσας τῆς ἀρᾶς ἔφαγεν Ἰωνάθαν, διὰ τοῦτο γέγονεν ἧττα. καὶ ὅτι ἔμελλε τοῦτον 2) ἀνελεῖν ὁ πατήρ, εἰ μὴ ἥρπασεν αὐτὸν ὁ λαός.

Ὅτι κατὰ κέλευσιν θεοῦ εἶπε Σαμουὴλ τῷ Σαοὺλ συμβαλεῖν Ἀμαληκίταις καὶ πάντας κτεῖναι. καὶ ὅτι προσβαλὼν ἐνίκησε, τὸν δὲ βασιλέα αὐτῶν οὐκ ἀπέκτεινε. καὶ διὰ τοῦτο ἀκούει ἀπὸ Σαμουὴλ ἀφαιρεθῆναι τὴν βασιλείαν. ὅτι τοῦ Σαμουὴλ ὑπο- χωροῦντος κατέσχε τὴν διπλοίδα αὐτοῦ Σαούλ, παρακαλῶν ἱλεώσασθαι τὸν θεόν. καὶ ἐσχίσθη ἡ διπλοίς, καὶ εἶπε Σαμουὴλ οὕτω διαιρεθῆναι τὴν βασιλείαν αὐτοῦ. καὶ ὀψὲ παρεκλήθη Σαμουὴλ εἰπὼν ἱκετεῦσαι τὸν θεόν, εἰ τὸν βασιλέα Ἀμαληκιτῶν κτείνει Σαούλ. ὅτι ἀπὸ πάντων τῶν ἀδελφῶν ὁ Δαβὶδ ἐχρίσθη εἰς βασιλέα, καὶ ὅτι ἐπῆλθεν ἐπ’ αὐτὸν πνεῦμα προφητείας ὑποχωροῦν ἀπὸ Σαούλ. ὅτι πνεῦμα πονηρὸν ἔπνιγε τὸν Σαούλ, ὃ κατεπῇδε Δαβὶδ ψάλλων μετὰ κιννύρας. καὶ ὁπλοφόρος τῷ [*](1) προεφήτευσε σαοὺλ pro Σαοὺλ προεφήτευσε. 2) ἔμελλε τοῦτον pro τοῦτον ἔμελλεν.)

273
αοὺλ ἐχρημάτιζεν. περὶ τόν ἐπελθόντων ἀλλοφύλων τοῖς Ἰσραηλίταις καὶ περὶ Γολιὰθ οἷος ἦν, καὶ ὅπως ὁ Δαβὶδ αὐτὸν ἐνίκησε, καὶ περὶ τῶν ὅπλων τοῦ Γολιάθ. ὁ Δαβὶδ θαρρεῖν λέγει ἐπὶ τῷ ἐνισχύσαντι αὐτὸν κατὰ τῆς ἄρκτου καὶ κατὰ τοῦ λέοντος. ὅτι ἄοπλος πρόσ’ ἔβαλε Δαβὶδ τῷ Γολιάθ, μόνους πέντε λίθους φέρων καὶ τὴν σφενδόνην. ὅπως λίθῳ διὰ σφενδόνης τὸν Γολιὰθ κατέβαλε Δαβίδ, καὶ ἀνεῖλεν αὐτὸν τῇ οἰκείᾳ ῥομφαίᾳ αὐτοῦ. καὶ οὕτως ἡττῶνται οἶ ἀλλόφυλοι.

ὅτι ἀνέθετο Δαβὶδ τὴν ῥομφαίαν τοῦ Γολιὰθ τῷ θεῷ. ὅπως φθονῆσαι τὸν Δαβὶδ ἐκινήθη Σαούλ. ὅπως ἔψαλλε Δαβὶδ ἐπὶ Σαοὺλ δαιμονιξομένῳ, ὁ δὲ ἐπεχείρησε βάλλειν τῷ δόρατι, καὶ ἠτύχησεν. ὅτι ἤρα Δαβὶδ ἡ θυγάτηρ Σαούλ, καὶ ὑπέσχετο τὸν γάμον, εἰ ἑκατὸν ἀκροβυστίας ἐνέγκοι αὐτῷ Δαβίδ, ὃ καὶ πεποίηκεν ὁ Δαβίδ. ὅπως ἐπεβούλευεν ἀεὶ Σαοὺλ τῷ Δαβίδ. ὅπως καὶ πάλιν ὁ Δαβὶδ ἐνίκησε τοὺς πολεμίους. ὅπως πρὸς τὴν ἀποστολὴν τοῦ Σαοὺλ ἡ θυγάτηρ αὐτοῦ ἀντεμηχανήσαντο τὸν Δαβὶδ προπέμψασα καὶ ἧπαρ αἰγὸς νεοσφαγοῦς ἐν τῇ κλίνῃ κατακρύψασα. ὅπως διαφόρως προεφήτευον τότε πολλοί. ὅτι εἴρηται τὸ εἰ καὶ Σαοὺλ ἐν προφήταις.

Αἶ’ φυγαὶ τοῦ Δαβίδ. ὅπως τοὺς ἁγίους ἄρτους ἔφαγε Δαβὶδ καὶ τὴν ῥομφαίαν τού Γολιὰθ ἔλαβεν. ὅτι μανίαν ὑπεκρίθη Δαβίδ. περὶ Δωὴκ τοῦ δούλου Σαούλ, καὶ ὅπως κατήγγειλε περὶ τῶν ἄρτων καὶ τῆς ῥομφαίας, καὶ ὅπως δι’ αὐτοῦ ἐκτάνθη ὁ ἀρχιερεὺς ἐκεῖνος καὶ τὸ γένος αὐτοῦ. πάλιν ἐπιβουλὴ κατὰ Δαβίδ. ὅπως διὰ τὴν τῆς γαστρὸς ἀνάγκην εἰσῆλθε Σαοὺλ εἰς τὸ σπήλαιον,

274
ἔνθα ἦν ὁ Δαβίδ, καὶ οὐκ ἀπέκτεινεν αὐτόν, ἀλλ’ ἔλαβε μέρος τῆς διπλοίδος. ὅρκος Δαβὶδ πρὸς Σαοὺλ ὅτι οὐ κακώσει τὸ γένος αὐτοῦ.

Περὶ Νάβαλ τοῦ ἀπανθρώπως ἀποκριναμένου πρὸς τοὺς παρὰ τοῦ Δαβὶδ σταλέντας καὶ περὶ τῆς 1) γυναικὸς Νάβαλ ὅπως ἐξιλεώσατο τηνικαῦτα τὸν Δαβίδ. ὅτι τὸ Νάβαλ ἀφροσύνην δηλοῖ. ὅπως ἐκ λύπης ἀπέθανε Νάβαλ δειματωθείς, καὶ ἔλαβε Δαβὶδ τὴν γυναῖκα αὐτοῦ, καὶ ὅπως ἐπεβούλευσεν αὐτὸν Σαούλ. ὅπως κοιμωμένῳ τῷ Σαοὺλ ἐπέστη Δαβίδ, καὶ οὐκ ἀνεῖλεν αὐτόν. ὅτι 2) φακὸς ἀγγεῖον ὑδατηρόν. περὶ τῆς ἐγγαστριμύθου, καὶ ὅπως ἔδοξεν ἀναχθῆναι Σαμουὴλ ἐκ νεκρῶν καὶ οἷα εἶπεν ὁ ἀναχθεὶς τῷ Σαούλ. περὶ τῶν μετὰ Δαβὶδ στρατευσαμένων τετρακοσίων καὶ τῆς νίκης καὶ περὶ τῶν φυγόντων ἐν δρομάσι καμήλοις καὶ τῶν λοιπῶν διακοσίων, οὓς ἀφῆκεν εἰς φυλακὴν τῶν σκευῶν ὁ Δαβίδ, καὶ ὅτι συμμερισταὶ τοῖς τετρακοσίοις γεγόνασιν οἱ διακόσιοι οἶ τὰ σκεύη φυλάττοντες. θάνατος τῶν παίδων τοῦ Σαοὺλ καὶ ὅτι ἔσφαξεν ἑαυτὸν ὁ Σαοὺλ καὶ ὁ ὁπλοφόρος αὐτοῦ. ὅτι μετὰ τὸ ἀποθανεῖν τὸν Σαοὺλ καὶ τοὺς παῖδας αὐτοῦ ἀφῃρέθγσαν τὰς κεφαλάς, τὰ δὲ σώματα τούτων ἀνεσταυρώθησαν.