Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ὅτι τῶν κακῶς δαπανηθέντων χρημάτων ὁ βασιλεὺς συνάξας εἰς τρία ἐπόσωσε2) κεντηνάρια. ὅπως ὁ Φώτιος ἐξώσθη τῆς ἐκκλησίας. περὶ ἐπιβουλῆς. ὅτι ἔστεψε βασιλεῖς τοὺς υἱοὺς αὐτοῦ, τὰς δὲ θυγατέρας ἀπέκειρεν. ὅτι ἐν τῇ Κρήτῃ ἐκστρατεύσας ἡττήθη. ὅπως ὁ Χρυσόχειρ ἡττήθη παρὰ ῾Ρωμαίων καὶ ἀνῃρέθη. ὅτι τοῦ Ἰγνατίου τελευτήσαντος ὁ Φώτιος αὖθις ἀνήχθη εἰς τὸν θρόνον τὸν πατριαρχικόν.

Περὶ ἐπιβουλῆς. ἐκστρατεία κατὰ Συρίας. [*](l) ἀλλήλοις prο ἀλλήλους 2) ἐπόσωσε obscurius in ed. Wolfii, unde Ducang. ἐπέσωσε.)

363
ὅτι πολιορκῶν τὴν Ἄδαταν ὁ βασιλεύς, καὶ ὁρῶν τοὺς ἐντὸς μὴ φροντίζοντας τῆς πολιορκίας, ἤρετο τὸν τρόπον, καὶ ἀπηγγέλη αὐτῷ. ὅπως οἱ ἐκ Ταρ- σοῦ καὶ Μελιτηνῆς Ἀγαρηνοὶ ἡττήθησαν. περὶ τῶν ἐκ Καρχηδόνος Ἀγαρηνῶν. ὅτι ὁ ῥῆξ’ Φραγγίας συνεμάχησε τοῖς Ῥωμαίοις κατὰ τῶν Ἀγαρηνῶν, καὶ ἡττηθέντων ἑάλω καὶ ὁ ἀρχηγὸς αὐτῶν παρὰ τοῦ ῥῆγός, καὶ ὅσα ἐμηχανήσατο, καὶ διέδρα καὶ ὅσα ἐποίησεν. ὅτι ἐκ Ταρσοῦ πλοῖα ἐπολιόρκουν τὴν Εὔριπον, ἤνυσαν δὲ οὐδέν, καὶ ἐκ Κρήτης ἕτερα τὰς παραλίας Ῥωμαϊκὰς ἐδῄουν χώρας, ἀλλὰ κἀ- κεῖνα κακῶς ἀπηλλάγησαν. περὶ τῶν ἐξ Ἀφρικῆς νηῶν καὶ περὶ τῶν ἐκ τοῦ Ῥωμαϊκοῦ στόλου ἀπο- δράντων, καὶ ὅπως οὐδένα ἐκείνων ἀνελὼν τοῖς λοι- ποῖς ἐνεποίησε φόβον.