Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι ἐνίκησαν οἱ Ῥωμαῖοι τοὺς Ἀγαρηνοὺς ἐν τῇ ναυμαχίᾳ. ὅτι τῶν τοῦ στόλου εἰς οἰκοδομὰς ἀσχολουμένων οἱ ’Αγαρηνοὶ ἀδεῶς τὰ παράλια ἐκά- κουν. περὶ τῆς γυναικός, ᾗ προεῖπεν ὁ ἐν τῷ ναῷ τοῦ ἁγίου Ἀνδρέου μοναχὸς περὶ τοῦ Βασιλείου ὡς βασιλεύσει. ὅτι βασιλεύσαντος τοῦ Βασιλείου προσἦλθεν αὐτῷ ἡ γυνὴ μετὰ τοῦ υἱοῦ αὐτῆς, καὶ ἐτι- μήθησαν. ὅπως τὸ ἔθνος τῶν Ῥὼς εἰς ἐπίγνωσιν ἦλθε Χριστοῦ.

ὅτι θανόντος τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου ὁ βασιλεὺς ἀπαρηγόρητος ἦν, καὶ ὅπως ὁ Σανταβαρηνὸς ἔδειξεν αὐτῷ τὸν τεθνεῶτα ἔφιππον ὅσα ὁ Σανταβαρηνὸς κατὰ τοῦ υἱοῦ τοῦ βασιλέως Λέοντος ἐτύρευσε, καὶ ὅπως αὐτοῦ κατεῖπε πρὸς τὸν πατέρα, καὶ ὅσα ὁ Λέων ἔπαθεν. ἐξ οἴας λαβῆς ἐτελεύτησεν ὁ βασιλεύς, καὶ περὶ τοῦ διασώσαντος αὐτὸν ἐκ τοῦ ἐλάφου

364