Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Οἷος ἦν ὁ Τραιανὸς τοὺς τρόπους. ὅτι ἐπολέμησε τοὺς Δάκους καὶ ἐνίκησεν. εἶτα καταθεμένοις τὰ ὅπλα ἐσπείσατο αὐτοῖς. ὅτι οὐκ ἐνέμειναν οἱ Δάκοι ταῖς ὁμολογίαις αὐτῶν καὶ ὅτι στρατεύ- σαντος αὖθις κατὰ τοῦ Τραιανοῦ ἐπεχείρησαν δόλῳ αὐτὸν ἀνελεῖν, ἐγνώσθησαν δέ, καὶ ἡττηθέντες ὑπετάγησαν Ῥωμαίοις. ὅπως ὁ βασιλεὺς τῶν Δακῶν τοὺς θησαυροὺς αὐτοῦ ἔκρυψεν. ὅπως τοῖς φίλοις ἐπίστευεν ὁ Τραιανός. ὅτι τῆς Ἀρμενίας ἐκράτησεν ὁ Τραιανός.

[*](1) οἶος — Τίτος] addit)
334

Ὅσα Ῥωμαίοις ὑπέταξε κατὰ Παρθῶν στρα- τεύσας καὶ ὅθεν ἔσχε τὴν ἐπωνυμίαν ἡ Ἐρυθρὰ θάλασσα. περὶ Ἰουδαίων. περὶ πατριαρχῶν.

Οἶος ἦν ὁ Ἀδριανός. ὅτι χρεοκοπίαν ὁ Ἀδριανὸς ἐκήρυξεν. ὅτι ἐν Παλαιστίνῃ πόλιν ἀντὶ τῆς Ἱερουσαλὴμ ὁ Ἀδριανὸς ᾠκοδόμησεν , Αἰλίαν καλέσας αὐτήν. περὶ τῆς κατ' 1) Ἀδριανοῦ τῶν Ἰουδαίων ἐπαναστάσεως.

Περὶ Ἀλβανῶν καὶ ὅτι Μασσαγέται εἰσίν. περὶ Σευηριανοῦ. οἷος ὁ Τούρβων ἦν καὶ οἷος ὁ Σίμιλις. ὅτι τὸν ’ Αντωνῖνον ὁ Ἀδριανὸς προεχει- ρίσατο αὐτοκράτορα. τελευτὴ Ἀδριανοῦ. περὶ πατριαρχῶν. περὶ Ἰουδαίων. περὶ αἱρεσιαρχῶν. περὶ Ἰουστίνου τοῦ φιλοσόφου καὶ μάρτυρος.